- 텍스트

Athenaeus, The Deipnosophists, Book 8, book 8, chapter 67

(아테나이오스, The Deipnosophists, Book 8, book 8, chapter 67)

καὶ θύοντες μὲν τοῖς θεοῖς ὀλίγιστα εἰς τὰς θυσίας καὶ τὰ τυχόντα δαπανῶμεν, ὥσπερ ὁ καλὸς Μένανδρος ἐν τῇ Μέθῃ παρίστησιν εἶτ οὐχ ὅμοια πράττομεν καὶ θύομεν ὅπου γε τοῖς θεοῖς μὲν ἠγορασμένον δραχμῶν ἄγω προβάτιον ἀγαπητὸν δέκα, αὐλητρίδας δὲ καὶ μύρον καὶ ψαλτρίας, τὸν μέλανα Θάσιον, ἐγχέλεις, τυρόν, μέλι μικροῦ ταλάντου:? γίνεται τε κατὰ λόγον δραχμῶν μὲν ἀγαθὸν ἄξιον λαβεῖν δέκα ἡμᾶς, ἐὰν καὶ καλλιερηθῇ τοῖς θεοῖς, τούτων δὲ πρὸς ταῦτ ἀντανελεῖν τὴν ζημίαν, πῶς οὐχὶ τὸ κακὸν τῶν ἱερῶν διπλάζεται· ἐγὼ μὲν οὖν ὤν γε θεὸς οὐκ εἰάσα τὴν ὀσφὺν ἂν ἐπὶ τὸν βωμὸν ἐπιθεῖναί ποτε, εἰ μὴ καθήγιζέν τις ἅμα τὴν ἔγχελυν, ἵνα Καλλιμέδων ἀπέθανεν, εἷς τῶν συγγενῶν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION