- 텍스트

Athenaeus, The Deipnosophists, Book 8, book 8, chapter 51

(아테나이오스, The Deipnosophists, Book 8, book 8, chapter 51)

καὶ μελλόντων ἤδη δειπνεῖν ἐπισχεῖν ἐκέλευσεν ὁ Δάφνος, ἐπειπὼν τὸ ἐκ Μαμμακύθου ἢ Αὐρῶν Μεταγένους ἰαμβεῖον ὥσπερ ἐπειδὰν δειπνῶμέν που, τότε πλεῖστα λαλοῦμεν ἅπαντες.? κἀγὼ φημι ἐνδεῶς εἰρῆσθαι τὸν περὶ ἰχθύων λόγον, πολλὰ εἰρηκότων καὶ Ἀσκληπιαδῶν παίδων, Φιλοτίμου λέγω ἐν τοῖς περὶ τροφῆς καὶ Μνησιθέου τοῦ Ἀθηναίου, ἔτι δὲ Διφίλου τοῦ Σιφνίου οὗτος γὰρ ἐν τῷ ἐπιγραφομένῳ περὶ τῶν προσφερομένων τοῖς νοσοῦσι καὶ τοῖς ὑγιαίνουσί φησιν ὅτι τῶν θαλασσίων ἰχθύων οἱ μὲν πετραῖοί εἰσιν εὔφθαρτοι, εὔχυλοι, σμηκτικοί, κοῦφοι, ὀλιγότροφοι, οἱ δὲ πελάγιοι δυσφθαρτότεροι, πολύτροφοι, δυσοικονόμητοι. καὶ τῶν πετραίων ὁ φύκης καὶ ἡ φυκίς, ἁπαλώτατα ἰχθύδια ὄντα, ἄβρωμα καὶ εὔφθαρτά ἐστιν, ἡ δὲ πέρκη τούτοις προσεοικυῖα κατὰ τόπους ὀλίγῳ διαλλάττει.

οἱ δὲ κωβιοὶ ἀναλογοῦσι τῇ πέρκῃ: ὧν οἱ μικροὶ καὶ οἱ λευκοὶ ἁπαλοί εἰσιν, ἄβρωμοι, εὔχυλοι, εὔπεπτοι: οἱ δὲ χλωροὶ καλοῦνται δὲ καυλίναι ξηροί εἰσι καὶ ἀλιπεῖς.

αἱ δὲ χάνναι ἁπαλόσαρκοι, σκληρότεραι δὲ τῆς πέρκης. ὁ δὲ σκάρος ἁπαλόσαρκος , ψαθυρός, γλυκύς, κοῦφος, εὔπεπτος, εὐανάδοτος, εὐκοίλιος. τούτων δὲ ὁ πρόσφατος ὕποπτος, ἐπειδὴ τοὺς θαλαττίους λαγὼς θηρεύοντες σιτοῦνται: διὸ καὶ τὰ ἐντὸς χολέρας ποιητικὰ ἔχει. ἡ δὲ καλουμένη κηρὶς ἁπαλόσαρκος, εὐκοίλιος, εὐστόμαχος: ὁ δὲ χυλὸς αὐτῆς παρυγραίνει καὶ σμήχει.

ὀρφὸς ἢ ὀρφὼς εὔχυλος, πολύχυλος, γλίσχρος, δύσφθαρτος, πολύτροφος, οὐρητικός: τὰ δὲ πρὸς τῇ κεφαλῇ αὐτοῦ γλίσχρα, εὔπεπτα, τὰ δὲ σαρκώδη δύσπεπτα, βαρύτερα: ἁπαλώτερον δὲ τὸ οὐραῖον φλέγματος δ ἐστὶ δραστικὸς ὁ ἰχθὺς καὶ δύσπεπτος. αἱ δὲ σφύραιναι τῶν γόγγρων εἰσὶ τροφιμώτεραι. ἡ δὲ λιμναία ἔγχελυς τῆς θαλασσίας ἐστὶν εὐστομωτέρα καὶ πολυτροφωτέρα. τῷ δὲ μελανούρῳ ἀναλογεῖ ὁ χρύσοφρυς. σκορπίοι δὲ οἱ πελάγιοι καὶ κιρροὶ τροφιμώτεροι τῶν τεναγωδῶν τῶν ἐν τοῖς αἰγιαλοῖς τῶν μεγάλων.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION