- 텍스트

Athenaeus, The Deipnosophists, Book 8, book 8, chapter 18

(아테나이오스, The Deipnosophists, Book 8, book 8, chapter 18)

πόθεν δὲ ὑμῖν, ὦ σοφώτατοι, ἐπῆλθε καὶ ὁ ὀψολόγος Δωρίων, ὡς καὶ συγγραφεύς τις γενόμενος·? ὃν ἐγὼ κρουματοποιὸν οἶδα ὀνομαζόμενον καὶ φίλιχθυν, συγγραφέα δὲ οὔ. ὡς μὲν οὖν κρουματοποιοῦ μνημονεύει Μάχων ὁ κωμῳδιοποιὸς οὕτως: ὁ κρουματοποιὸς Δωρίων ποτ εἰς Μυλῶν ἐλθὼν κατάλυσιν οὐδαμοῦ μισθωσίμην δυνάμενος εὑρεῖν ἐν τεμένει καθίσας τινί, ὃ πρὸ τῶν πυλῶν ἦν κατὰ τύχην ἱδρυμένον, ἰδών τ ἐκεῖ θύοντα τὸν νεωκόρον, πρὸς τῆς Ἀθηνᾶς καὶ θεῶν, τίνος, φράσον, ἐστὶν ὁ νεώς, βέλτιστε, φησίν, οὑτοσί· ὁ δ εἶπεν αὐτῷ Ζηνοποσειδῶνος, ξένε. ὁ Δωρίων δὲ ῾ πῶς ἂν οὖν ἐνταῦθ ἔφη, :

δύναιτο καταγωγεῖον ἐξευρεῖν τις, οὗ καὶ τοὺς θεοὺς φάσκουσιν οἰκεῖν σύνδυο· Λυγκεὺς δ ὁ Σάμιος, ὁ Θεοφράστου μὲν μαθητής, Δούριδος δὲ ἀδελφὸς τοῦ τὰς ἱστορίας γράψαντος καὶ τυραννήσαντος τῆς πατρίδος, ἐν τοῖς ἀποφθέγμασιν: "ἑφθὸν τρίβωνα ἐσθίοι.

οὐκ ἀνοήτως γε τοῦτο φήσας ὁ αὐλητής: ἔφη: "δεῖ μέντοι γε ἐσθίειν αὐτά, ὥσπερ ἐγὼ ἐσθίω. εἰπόντος δὲ πῶς· ἔφη. τοὺς δὲ καράβους ἔφη τρία ἔχειν, διατριβὴν καὶ εὐωχίαν καὶ θεωρίαν. ἐν Κύπρῳ δὲ παρὰ Νικοκρέοντι δειπνῶν ἐπῄνεσε ποτήριόν τι. καὶ ὁ Νικοκρέων ἔφη: "ἐὰν βούλῃ, ὁ αὐτὸς τεχνίτης ποιήσει σοί ἕτερον. ἀλλ ἅμα τῷ φυσῆν χὠ νόος ἐκπέταται.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION