ὑπέργηρως?
Adjective;
Transliteration: hypergērōs
Principal Part:
ὑπέργηρως
ὑπέργηρων
Sense
- exceeding old, of extreme age, extreme old age
- τὸ τελευταῖον δὲ ἤδη ὑπέργηρως ὢν ἄκλητος εἰς ἣν τύχοι παριὼν οἰκίαν ἐδείπνει καὶ ἐκάθευδε, τῶν ἐνοικούντων θεοῦ τινα ἐπιφάνειαν ἡγουμένων τὸ πρᾶγμα καί τινα ἀγαθὸν δαίμονα εἰσεληλυθέναι αὐτοῖς εἰς τὴν οἰκίαν. (Lucian, (no name) 63:3)
- δίκην γὰρ ὑπέρ τινος λέξας ἤδη ὑπέργηρως ὑπάρχων, μετὰ τὸ καταπαῦσαι τὸν λόγον ἀπέκλινε τὴν κεφαλὴν εἰς τοὺς τοῦ τῆς θυγατρὸς υἱοῦ κόλπους: (Diogenes Laertius, Lives of Eminent Philosophers, , Kef. e'. BIAS 3:8)
- ἔτει δ ὕστερον εἰκοστῷ ὑπέργηρως ὢν μεταπεμψάμενος τοὺς ἐπ ἀξιώματος μάλιστα τῶν πόλεων καὶ τὰς ἀρχὰς καὶ τὴν γερουσίαν καὶ τοῦ πλήθους ὅσον ἦν ἐφικτὸν αὐτῷ συναγαγών, ἐπεὶ παρῆσαν, τάς τε εὐεργεσίας τοῦ θεοῦ ἁπάσας ἀνεμίμνησκεν αὐτούς, πολλαὶ δὲ ἦσαν τοῖς ἐκ ταπεινοῦ σχήματος εἰς τοῦτο δόξης καὶ περιουσίας προελθοῦσι, φυλάττειν τε τὴν τοῦ θεοῦ προαίρεσιν οὕτως ἔχουσαν πρὸς αὐτοὺς παρεκάλει καὶ τῇ εὐσεβείᾳ, ᾗ γε μόνῃ φίλον αὐτοῖς διαμένειν τὸ θεῖον: (Flavius Josephus, Antiquitates Judaicae, Book 5 144:1)