πρόσκλησις?
Third declension Noun; Feminine
Transliteration: prosklēsis
Principal Part:
πρόσκλησις
πρόσκλησεως
Structure:
προσκλησι
(Stem)
+
ς
(Ending)
Sense
- a judicial summons or citation
Declension
Third declension
The inflection forms above were generated by rules and some usages of them were not attested.
Due to a bug of system, some forms may display wrong accents.
- φησίν τε μετ αὐτὸν τοῖς ἠπιάλοις ἐπιχειρῆσαι πέρυσιν καὶ τοῖς πυρετοῖσιν, οἳ τοὺς πατέρας τ ἦγχον νύκτωρ καὶ τοὺς πάππους ἀπέπνιγον, κατακλινόμενοί τ ἐπὶ ταῖς κοίταις ἐπὶ τοῖσιν ἀπράγμοσιν ὑμῶν ἀντωμοσίας καὶ προσκλήσεις καὶ μαρτυρίας συνεκόλλων, ὥστ ἀναπηδᾶν δειμαίνοντας πολλοὺς ὡς τὸν πολέμαρχον. (Aristophanes, Wasps, Parabasis, parabasis9)
- οἱ δ αἱρεθέντες πρῶτον μὲν ἔγραψαν ἐπάναγκες εἶναι τοὺς πρυτάνεις ἅπαντα τὰ λεγόμενα περὶ τῆς σωτηρίας ἐπιψηφίζειν, ἔπειτα τὰς τῶν παρανόμων γραφὰς καὶ τὰς εἰσαγγελίας καὶ τὰς προσκλήσεις ἀνεῖλον, ὅπως ἂν οἱ ἐθέλοντες Ἀθηναίων συμβουλεύωσι περὶ τῶν προκειμένων. (Aristotle, Athenian Constitution, work Ath. Pol., chapter 29 4:1)
- καὶ ἡ πρόσκλησις ἐγένετο τῷ παιδὶ τουτῳὶ κατὰ τὸν νόμον, καθ ὅνπερ καὶ οὗτοι προσεκαλέσαντο τὴν τουτουὶ μητέρα, τὴν νενικηκυῖαν πρότερον ἐν τῷ δικαστηρίῳ καὶ ἔχουσαν τὸν κλῆρον τὸν Ἁγνίου. (Demosthenes, Speeches 41-50, 18:3)
- καί μοι ἀνάγνωθι τὸν νόμον, καθ ὃν ἡ πρόσκλησις ἐγένετο. (Demosthenes, Speeches 41-50, 34:2)
- Νόμος κατὰ τὸν νόμον τοῦτον, ὦ ἄνδρες δικασταί, ἡ πρόσκλησις ἐγένετο, καὶ τὰς ἀμφισβητήσεις ἀντεγραψάμεθα, ὃν τρόπον τουτῳὶ ἐδόκει Ὀλυμπιοδώρῳ. (Demosthenes, Speeches 41-50, 34:3)
- καί μοι ἀνάγνωθι τὸν νόμον, καθ ὃν ἡ πρόσκλησίς ἐστιν παρὰ τοῦ ἔχοντος τὸν κλῆρον. (Demosthenes, Speeches 41-50, 19:1)
- αὕτη πρώτη κατ ἀνδρὸς πατρικίου πρόσκλησις εἰς τὸν δῆμον ἐγένετο ἐπὶ δίκῃ. (Dionysius of Halicarnassus, Antiquitates Romanae, Books VII-IX, book 7, chapter 65 1:1)