- ἄτοπον γάρ, εἰ τὰ μὲν σκύτη νομίζομεν ὑπὸ τῷ ἐλαίῳ μαλαττόμενα δυσραγέστερα καὶ πολλῷ διαρκέστερα γίγνεσθαι νεκρά γε ἤδη ὄντα, τὸ δ ἔτι ζωῆς μετέχον σῶμα μὴ ἂν ἄμεινον ἡγοίμεθα ὑπὸ τοῦ ἐλαίου διατεθήσεσθαι. (Lucian, Anacharsis, (no name) 24:3)
(루키아노스, Anacharsis, (no name) 24:3)
- ἔφη μὲν γὰρ εἰσελθεῖν παρ αὐτὸν οὐκ εἰδὼς ἐχόμενον ἤδη τῷ πάθει, τὸν δὲ ταχέως ἀναστάντα ἐπικλεῖσαί τε τὴν θύραν καὶ ξιφίδιον σπασάμενον ἀναδόντα αὐτῷ τοὺς αὐλοὺς κελεύειν αὐλεῖν εἶτα ἐπεὶ μὴ δύναιτο, παίειν σκῦτος ἔχοντα ἐς ὑπτίας τὰς χεῖρας. (Lucian, Symposium, (no name) 20:4)
(루키아노스, Symposium, (no name) 20:4)
- ἐς ἀγῶνα γὰρ προκαλέσασθαι αὐτὸν ἐπὶ ῥητῷ πληγῶν ἀριθμῷ, καὶ πρῶτον μὲν αὐτὸς αὐλῆσαι πονηρῶς, μετὰ δὲ παραδοὺς τοὺς αὐλοὺς ἐκείνῳ δέξασθαι παρ αὐτοῦ τὸ σκῦτος καὶ τὸ ξιφίδιον καὶ ἀπορρῖψαι τάχιστα διὰ τῆς φωταγωγοῦ ἐς τὸ ὕπαιθρον τῆς αὐλῆς, καὶ τὸ ἀπὸ τούτου ἀσφαλέστερος ἤδη προσπαλαίων αὐτῷ ἐπικαλεῖσθαι τοὺς γειτνιῶντας, ὑφ ὧν ἀνασπασάντων τὸ θύριον σωθῆναι αὐτός. (Lucian, Symposium, (no name) 20:6)
(루키아노스, Symposium, (no name) 20:6)
- σκύτη τοσαῦτα πωλῶν ἔδωκας ἤδη τουτῳὶ κάττυμα παρὰ σεαυτοῦ ταῖς ἐμβάσιν φάσκων φιλεῖν· (Aristotle, Agon, antepirrheme20)
(아리스토텔레스, Agon, antepirrheme20)
- ἦ μὴν ἐγώ σε τήμερον σκύτη βλέπειν ποιήσω. (Aristophanes, Wasps, Agon, antistrophe6)
(아리스토파네스, Wasps, Agon, antistrophe6)
- ἑτέρου τοίνυν ὅ τε δῆμος ἅπας κατεχειροτόνης ἀδικεῖν περὶ τὴν ἑορτήν, καὶ ὑμεῖς εἰσελθόντ ἀπεκτείνατε τοῦτον, Κτησικλέα, ὅτι σκῦτος ἔχων ἐπόμπευε, καὶ τούτῳ μεθύων ἐπάταξέ τιν ἐχθρὸν ὑπάρχονθ ἑαυτῷ: (Demosthenes, Speeches 21-30, 233:1)
(데모스테네스, Speeches 21-30, 233:1)
- Ἦν δὲ βούλῃ μήτε καίειν, μήτε ἀποτάμνειν, προκαταιονήσας ὕδατι πολλῷ θερμῷ, καὶ ἐκτρέψας τὴν ἕδρην, σμύρναν τρίψας λείην καὶ κηκίδα, καὶ στυπτηρίην αἰγυπτίην κατακαύσας, ἓν καὶ ἥμισυ πρὸς τἄλλα, καὶ μελαντηρίης ἄλλο τοσοῦτον, τουτέοισι ξηροῖσι χρῆσθαι‧ ἡ δὲ αἱμοῤῬοϊς τουτέοισι τοῖσι φαρμάκοισιν ἀποστήσεται, ὥσπερ σκύτος κατακεκαυμένον‧ ταῦτα ποιέειν μέχρις ἂν πάσας ἀφανίσῃς. (Hippocrates, Oeuvres Completes D'Hippocrate., , 7.1)
(히포크라테스, Oeuvres Completes D'Hippocrate., , 7.1)
- Ἄριστον μὲν σκύτος πλατὺ καὶ μαλθακὸν, ἢ ταινίην πλατέην ἀμφιβάλλοντα, τῶν μεγάλων τι σταθμίων ἐξαρτῆσαι, ὅ τι μετρίως ἕξει κατατείνειν‧ εἰ δὲ μὴ, τῶν ἀνδρῶν ὅστις ἐῤῬωμένος, ἐν τούτῳ τῷ σχήματι τοῦ πήχεος ἐόντος, παρὰ τὸν ἀγκῶνα καταναγκαζέτω ἐς τὸ κάτω. (Hippocrates, Oeuvres Completes D'Hippocrate., , 8.3)
(히포크라테스, Oeuvres Completes D'Hippocrate., , 8.3)