- "ἐγὼ δὲ περιελθὼν τὰ ἀρώματα σκόροδά τε εὑρ῀ον ἐν αὐτοῖς πεφυκότα καὶ γηπαττάλους τινὰς ἀνορύξας καὶ τῶν σκανδίκων καὶ βρακάνων λαχανευσάμενος, ἔτι δὲ κάχρυς πριάμενος - οὔπω δ οἱ λειμῶνες ἀνθοσμίαι ἦσαν, ὡς αὐτοποδητὶ βαδίζειν - ἀνατεθεὶς ἐπὶ τὴν ἀστράβην ἐδάρην τὸν ὄρρον καὶ νῦν βαδίζω τε ὀδυνηρῶς καὶ ἰδίω θαμὰ καὶ μαλακιῶ τὸ σῶμα καὶ δέομαι διανεῦσαι ἐν τῷ ὕδατι ἐπὶ πλεῖστον: (Lucian, Lexiphanes, (no name) 2:11)
(루키아노스, Lexiphanes, (no name) 2:11)
- "καὶ γὰρ τὰ κόρα μοι ἐπιτεθόλωσθον καὶ σκαρδαμύττω θαμὰ καὶ ἀρτίδακρύς εἰμι καὶ τὰ ὄμματά μοι φαρμακᾷ καὶ δέομαι Ἀσκληπιάδου τινὸς ὀφθαλμοσόφου, ὃς ταράξας καὶ ἐγχέας μοι φάρμακον ἀπερυθριᾶσαί τε ποιήσει τοὺς ὀφθαλμοὺς καὶ μηκέτι τι λημαλέους εἶναι μηδὲ διερὸν βλέπειν. (Lucian, Lexiphanes, (no name) 4:4)
(루키아노스, Lexiphanes, (no name) 4:4)
- εἰ γάρ κεν καὶ σμικρὸν ἐπὶ σμικρῷ καταθεῖο καὶ θαμὰ τοῦτ ἔρδοις, τάχα κεν μέγα καὶ τὸ γένοιτο. (Hesiod, Works and Days, Book WD 40:10)
(헤시오도스, 일과 날, Book WD 40:10)
- οὐκ ἐτὸς ἅπαντες οἱ δικάζοντες θαμὰ σπεύδουσιν ἐν πολλοῖς γεγράφθαι γράμμασιν. (Aristophanes, Plutus, Episode 1:34)
(아리스토파네스, Plutus, Episode 1:34)
- φασὶ γὰρ αὐτὸν οἱ παῖδες οἳ ξυνεφοίτων, τὴν Δωριστὶ μόνην ἂν ἁρμόττεσθαι θαμὰ τὴν λύραν, ἄλλην δ οὐκ ἐθέλειν μαθεῖν: (Aristotle, Choral, antistrophe2)
(아리스토텔레스, Choral, antistrophe2)