- μεταλλαγαὶ γὰρ δακρύων, μεταλλαγαὶ συντυχίας <νέας> ἔτεκον ἀοιδάς. (Euripides, Heracles, choral, strophe 22)
(에우리피데스, Heracles, choral, strophe 22)
- "Ἀναξιμένης δ ἐν τῷ ἐπιγραφομένῳ Βασιλέων Μεταλλαγαὶ περὶ τοῦ Στράτωνος τὰ αὐτὰ ἱστορήσας διημιλλῆσθαί φησιν αὐτὸν Νικοκλεῖ τῷ τῆς ἐν Κύπρῳ Σαλαμῖνος βασιλεύσαντι ἐσπουδακότι περὶ τρυφὴν καὶ ἀσέλγειαν, ἀποθανεῖν τ ἀμφοτέρους βιαίως. (Athenaeus, The Deipnosophists, Book 12, book 12, chapter 20 1:179)
(아테나이오스, The Deipnosophists, Book 12, book 12, chapter 20 1:179)
- ὁ δὲ μέγας Ἀλέξανδρος δειπνῶν ἑκάστοτε μετὰ τῶν φίλων, ὡς ἱστορεῖ Ἔφιππος ὁ Ὀλύνθιος ἐν τῷ περὶ τῆς Ἀλεξάνδρου καὶ Ἡφαιστίωνος μεταλλαγῆς, ἀνήλισκε τῆς ἡμέρας μνᾶς ἑκατόν, δειπνούντων ἴσως ἑξήκοντα ἢ ἑβδομήκοντα φίλων, ὁ δὲ Περσῶν βασιλεύς, ὥς φησι Κτησίας καὶ Δίνων ἐν τοῖς Περσικοῖς, ἐδείπνει μὲν μετὰ ἀνδρῶν μυρίων πεντακισχιλίων, καὶ ἀνηλίσκετο εἰς τὸ δεῖπνον τάλαντα τετρακόσια. (Athenaeus, The Deipnosophists, Book 4, book 4, chapter 27 2:1)
(아테나이오스, The Deipnosophists, Book 4, book 4, chapter 27 2:1)
- καὶ πάλαι σοι συνήλγησα καὶ συνηχθέσθην, Ἀπολλώνιε, ἀκούσας περὶ τῆς τοῦ προσφιλεστάτου πᾶσιν ἡμῖν υἱοῦ σου προώρου μεταλλαγῆς τοῦ βίου, νεανίσκου κοσμίου πάνυ καὶ σώφρονος· (Plutarch, Consolatio ad Apollonium, chapter, section 11)
(플루타르코스, Consolatio ad Apollonium, chapter, section 11)
- "ἥ τε μεταλλαγὴ καὶ τὸ ποικίλον τοῦτο τῆς φορᾶς καὶ πεπλανημένον οὐκ ἀνωμαλίας οὐδὲ ταραχῆς ἐστιν, ἀλλὰ θαυμαστὴν ἐπιδείκνυνται τάξιν ἐν τούτοις καὶ πορείαν οἱ ἀστρολόγοι, κύκλοις τισὶ περὶ κύκλους ἑτέρους ἐξελιττομένοις συνάγοντες αὐτὴν οἱ μὲν ἀτρεμοῦσαν, οἱ δὲ λείως καὶ ὁμαλῶς ἀεὶ τάχεσι τοῖς αὐτοῖς ἀνθυποφερομένην: (Plutarch, De faciae quae in orbe lunae apparet, section 2511)
(플루타르코스, De faciae quae in orbe lunae apparet, section 2511)
- Ἀναγκάζονται δὲ καὶ ἐπικύπτειν‧ τὴν γὰρ χεῖρα τὴν κατὰ τὸ σκέλος τὸ σιναρὸν ἀναγκάζονται κατὰ πλάγιον τὸν μηρὸν ἐρείδειν‧ οὐ γὰρ δύναται τὸ σιναρὸν σκέλος ὀχέειν τὸ σῶμα ἐν τῇ μεταλλαγῇ τῶν σκελέων, ἢν μὴ κατέχηται πρὸς τὴν γῆν πιεζόμενον. (Hippocrates, Oeuvres Completes D'Hippocrate., , 52.5)
(히포크라테스, Oeuvres Completes D'Hippocrate., , 52.5)
- Ἐπεὶ καὶ ὁκόσοι ἕλκος ἔχοντες ἐν ποδὶ ἢ κνήμῃ οὐ κάρτα δύνανται ἐπιβαίνειν τῷ σκέλεϊ, πάντες, καὶ οἱ νήπιοι, οὕτως ὁδοιπορέουσιν‧ ἔξω γὰρ βαίνουσι τῷ σιναρῷ σκέλεϊ‧ καὶ δισσὰ κερδαίνουσι, δισσῶν γὰρ δέονται‧ τό τε γὰρ σῶμα οὐκ ὀχέεται ὁμοίως ἐπὶ τοῦ ἔξω ἀποβαινομένου, ὥσπερ ἐπὶ τοῦ εἴσω‧ οὐδὲ γὰρ κατ ἰθυωρίην αὐτῷ γίνεται τὸ ἄχθος, ἀλλὰ πολλῷ μᾶλλον ἐπὶ τοῦ ὑποβαινομένου‧ κατ ἰθυωρίην γὰρ αὐτῷ γίνεται τὸ ἄχθος ἔν τε αὐτῇ τῇ ὁδοιπορίῃ καὶ τῇ μεταλλαγῇ τῶν σκελέων. (Hippocrates, Oeuvres Completes D'Hippocrate., , 52.7)
(히포크라테스, Oeuvres Completes D'Hippocrate., , 52.7)
- Ἐπὶ δὲ τούτοισιν ἀναγκάζεται, ὥστε τῇ χειρὶ τῇ κατὰ τὸ σιναρὸν σκέλος ἐρείδεσθαι ἐς τὸ ἄνω τοῦ μηροῦ ἐφ ἑκάστῃ ξυμβάσει‧ ἀναγκάζει οὖν τι καὶ τοῦτο αὐτὸ, ὥστε κάμπτεσθαι κατὰ τοὺς βουβῶνας‧ ἐν γὰρ τῇ μεταλλαγῇ τῶν σκελέων ἐν τῇ ὁδοιπορίῃ οὐ δύναται τὸ σῶμα ὀχέεσθαι ἐπὶ τοῦ σιναροῦ σκέλεος, εἰ μὴ προσκατερείδεται τὸ σιναρὸν πρὸς τὴν γῆν ὑπὸ τῆς χειρὸς, ἅτε οὐχ ὑφεστεῶτος τοῦ ἄρθρου ὑπὸ τῷ σῶματι, ἀλλ ἐς τὸ ὄπισθεν ἐξεστεῶτος κατὰ τὸ ἰσχίον‧ εἰ γὰρ πειρήσαιτο καὶ ἐπ ὀλίγον τοῦ ποδὸς ὀχηθῆναι μηδενὶ ἄλλῳ ἀντιστηριζόμενος, ἐς τὸ ὀπίσω ἂν πέσοι‧ ἡ γὰρ Ῥοπὴ πολλὴ ἂν εἰή, τῶν ἰσχίων ἐπὶ πουλὺ ἐς τοὐπίσω ὑπερεχόντων ὑπὲρ τοῦ ποδὸς τῆς βάσιος, καὶ τῆς Ῥάχιος ἐς τὰ ἰσχία Ῥεπούσης. (Hippocrates, Oeuvres Completes D'Hippocrate., , 58.2)
(히포크라테스, Oeuvres Completes D'Hippocrate., , 58.2)
- Ἐν δὲ τῇ μεταλλαγῇ ἐκ διατάσιος ὅμοια ταῦτα ἕξουσιν ἐς ἕξιν ἢ θέσιν μύες, φλέβες, νεῦρα, ὀστέα, ᾗ μάλιστα εὔθετα καὶ εὔσχετα. (Hippocrates, Oeuvres Completes D'Hippocrate., KAT' IHTREION., 15.3)
(히포크라테스, Oeuvres Completes D'Hippocrate., KAT' IHTREION., 15.3)