호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸν δ ἠμείβετ ἔπειτα συβώτης, ὄρχαμος ἀνδρῶν:? "ὦ γέρον, οὔ τις κεῖνον ἀνὴρ ἀλαλήμενος ἐλθὼν ἀγγέλλων πείσειε γυναῖκά τε καὶ φίλον υἱόν, ἀλλ ἄλλως κομιδῆς κεχρημένοι ἄνδρες ἀλῆται ψεύδοντ, οὐδ ἐθέλουσιν ἀληθέα μυθήσασθαι. ὃς δέ κ ἀλητεύων Ἰθάκης ἐς δῆμον ἵκηται, ἐλθὼν ἐς δέσποιναν ἐμὴν ἀπατήλια βάζει: ἡ δ εὖ δεξαμένη φιλέει καὶ ἕκαστα μεταλλᾷ, καί οἱ ὀδυρομένῃ βλεφάρων ἄπο δάκρυα πίπτει, ἣ θέμις ἐστὶ γυναικός, ἐπὴν πόσις ἄλλοθ ὄληται. αἶψά κε καὶ σύ, γεραιέ, ἔπος παρατεκτήναιο. εἴ τίς τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δοίη. τοῦ δ ἤδη μέλλουσι κύνες ταχέες τ οἰωνοὶ ῥινὸν ἀπ ὀστεόφιν ἐρύσαι, ψυχὴ δὲ λέλοιπεν: ἢ τόν γ ἐν πόντῳ φάγον ἰχθύες, ὀστέα δ αὐτοῦ κεῖται ἐπ ἠπείρου ψαμάθῳ εἰλυμένα πολλῇ. ὣς ὁ μὲν ἔνθ ἀπόλωλε, φίλοισι δὲ κήδε ὀπίσσω πᾶσιν, ἐμοὶ δὲ μάλιστα, τετεύχαται: οὐ γὰρ ἔτ ἄλλον ἤπιον ὧδε ἄνακτα κιχήσομαι, ὁππός ἐπέλθω, οὐδ εἴ κεν πατρὸς καὶ μητέρος αὖτις ἵκωμαι οἶκον, ὅθι πρῶτον γενόμην καί μ ἔτρεφον αὐτοί. οὐδέ νυ τῶν ἔτι τόσσον ὀδύρομαι, ἱέμενός περ ὀφθαλμοῖσιν ἰδέσθαι ἐὼν ἐν πατρίδι γαίῃ: ἀλλά μ Ὀδυσσῆος πόθος αἴνυται οἰχομένοιο. τὸν μὲν ἐγών, ὦ ξεῖνε, καὶ οὐ παρεόντ ὀνομάζειν αἰδέομαι: πέρι γάρ μ ἐφίλει καὶ κήδετο θυμῷ: ἀλλά μιν ἠθεῖον καλέω καὶ νόσφιν ἐόντα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기