- καὶ τὸν Βαλαὰμ τὸν τοῦ Βεώρ, τὸν μάντιν, ἀπέκτειναν ἐν τῇ ροπῇ. (Septuagint, Liber Iosue 13:22)
(70인역 성경, 여호수아기 13:22)
- καὶ καλοῦσιν ἀλλόφυλοι τοὺς ἱερεῖς καὶ τοὺς μάντεις καὶ τοὺς ἐπαοιδοὺς αὐτῶν λέγοντες. τί ποιήσωμεν τῇ κιβωτῷ Κυρίου; γνωρίσατε ἡμῖν ἐν τίνι ἀποστελοῦμεν αὐτὴν εἰς τὸν τόπον αὐτῆς. (Septuagint, Liber I Samuelis 6:2)
(70인역 성경, 사무엘기 상권 6:2)
- καὶ καταισχυνθήσονται οἱ ὁρῶντες τὰ ἐνύπνια, καὶ καταγελασθήσονται οἱ μάντεις, καὶ καταλαλήσουσι κατ᾿ αὐτῶν πάντες αὐτοί, διότι οὐκ ἔσται ὁ ἐπακούων αὐτῶν. (Septuagint, Prophetia Michaeae 3:7)
(70인역 성경, 미카서 3:7)
- διότι οἱ ἀποφθεγγόμενοι ἐλάλησαν κόπους, καὶ οἱ μάντεις ὁράσεις ψευδεῖς, καὶ τὰ ἐνύπνια ψευδῆ ἐλάλουν, μάταια παρεκάλουν. διὰ τοῦτο ἐξηράνθησαν ὡς πρόβατα καὶ ἐκακώθησαν, διότι οὐκ ἦν ἴασις. (Septuagint, Prophetia Zachariae 10:2)
(70인역 성경, 즈카르야서 10:2)
- ὅτι οὕτως εἶπε Κύριος. μὴ ἀναπειθέτωσαν ὑμᾶς οἱ ψευδοπροφῆται οἱ ἐν ὑμῖν, καὶ μὴ ἀναπειθέτωσαν ὑμᾶς οἱ μάντεις ὑμῶν, καὶ μὴ ἀκούετε εἰς τὰ ἐνύπνια ὑμῶν, ἃ ὑμεῖς ἐνυπνιάζεσθε, (Septuagint, Liber Ieremiae 36:8)
(70인역 성경, 예레미야서 36:8)
- ἐκεῖνο δέ γε θαυμάζω, ὅπως μάντις ὢν οὐ προεγίγνωσκες ἐπὶ τούτοις κολασθησόμενος. (Lucian, Prometheus, (no name) 20:5)
(루키아노스, Prometheus, (no name) 20:5)
- ἦν γάρ ποτε χρόνος, ὅτε καὶ μάντις ἐδόκουν αὐτοῖς καὶ ἰατρὸς καὶ πάντα ὅλως ἦν ἐγώ, μεσταὶ δὲ Διὸς πᾶσαι μὲν ἀγυιαί, πᾶσαι δὲ ἀνθρώπων ἀγοραί: (Lucian, Icaromenippus, (no name) 24:7)
(루키아노스, Icaromenippus, (no name) 24:7)
- οὔτοι πέφυκα μάντις, ὥστε μὴ κλύων ἐξιστορῆσαι σῶν ὁδὸν βουλευμάτων. (Euripides, Hecuba, episode, iambics16)
(에우리피데스, Hecuba, episode, iambics16)
- ὁ Θρῃξὶ μάντις εἶπε Διόνυσος τάδε. (Euripides, Hecuba, episode, lyric 8:16)
(에우리피데스, Hecuba, episode, lyric 8:16)
- αὐτὸς γοῦν ὁ μάντις ἠγνόει μὲν ὅτι φονεύσει τὸν ἐρώμενον τῷ δίσκῳ, οὐ προεμαντεύσατο δὲ ὡς φεύξεται αὐτὸν ἡ Δάφνη, καὶ ταῦτα οὕτω καλὸν καὶ κομήτην ὄντα. (Lucian, Dialogi deorum, 2:5)
(루키아노스, Dialogi deorum, 2:5)