- Ἐν σείσματι κοσκίνου διαμένει κοπρία, οὕτως σκύβαλα ἀνθρώπου ἐν λογισμῷ αὐτοῦ. (Septuagint, Liber Sirach 27:4)
(70인역 성경, Liber Sirach 27:4)
- ἰδὼν δέ ποτε δύο τινὰς φιλοσόφους κομιδῇ ἀπαιδεύτως ἐν ζητήσει ἐρίζοντας καὶ τὸν μὲν ἄτοπα ἐρωτῶντα, τὸν δὲ οὐδὲν πρὸς λόγον ἀποκρινόμενον, Οὐ δοκεῖ ὑμῖν, ἔφη, ὦ φίλοι, ὁ μὲν ἕτερος τούτων τράγον ἀμέλγειν, ὁ δὲ αὐτῷ κόσκινον ὑποτιθέναι· (Lucian, (no name) 28:1)
(루키아노스, (no name) 28:1)
- ὁ μὲν οὖν Κοκκωνᾶς τὴν Καλχηδόνα ἐδοκίμαζεν ἐπιτήδειον εἶναι καὶ εὔκαιρον χωρίον, ^ τῇ τε Θρᾴκῃ καὶ τῇ Βιθυνίᾷ πρόσοικον, οὐχ ἑκὰς οὐδὲ τῆς Ἀσίας καὶ Γαλατίας καὶ τῶν ὑπερκειμένων ἐθνῶν ἁπάντων ὁ δὲ Ἀλέξανδρος ἔμπαλιν τὰ οἴκοι προὔκρινεν, λέγων ὅπερ ἀληθὲς ἦν, πρὸς τὴν τῶν τοιούτων ἀρχὴν καὶ ἐπιχείρησιν ἀνθρώπων δεῖν παχέων καὶ ἠλιθίων τῶν ὑποδεξομένων, οἱούς τοὺς Παφλαγόνας εἶναι ἔφασκεν ὑπεροικοῦντας τὸ τοῦ Ἀβώνου τεῖχος, δεισιδαίμονας τοὺς πολλοὺς καὶ πλουσίους, καὶ μόνον εἰ φανείη τις αὐλητὴν ἢ τυμπανιστὴν ἢ κυμβάλοις κροτοῦντα ἐπαγόμενος, κοσκίνῳ τὸ τοῦ λόγου μαντευόμενος, αὐτίκα μάλα πάντας κεχηνότας πρὸς αὐτὸν καὶ ὥσπερ τινὰ τῶν ἐπουρανίων προσβλέποντας. (Lucian, Alexander, (no name) 9:2)
(루키아노스, Alexander, (no name) 9:2)
- καίτοι πρότερον τὸν Δί ἀληθῶς ᾤμην διὰ κοσκίνου οὐρεῖν. (Aristophanes, Clouds, Choral, anapests19)
(아리스토파네스, Clouds, Choral, anapests19)
- "τὸ πέρας οὐκ ἀνῆχ ἑώς τὴν λοπάδ ὀρύττων ἀποδέδειχα κόσκινον. (Athenaeus, The Deipnosophists, Book 2, book 2, chapter 5259)
(아테나이오스, The Deipnosophists, Book 2, book 2, chapter 5259)
- "τυρὸν ἐκπιέσας τρῖβε καὶ ἐμβαλὼν ἐς κόσκινον χάλκεον διήθει, εἶτ ἐπίβαλε μέλι καὶ σελίγνεως ἡμίναν καὶ συμμάλαξον εἰς ἕν. (Athenaeus, The Deipnosophists, Book 14, book 14, chapter 5716)
(아테나이오스, The Deipnosophists, Book 14, book 14, chapter 5716)
- "τυρὸν ἐκπίεσας καλῶς θὲς εἰς ἄγγος, εἶτ ἄνω κόσκινον χαλκοῦν ἐπιθεὶς δίαγε τὸν τυρόν. (Athenaeus, The Deipnosophists, Book 14, book 14, chapter 5721)
(아테나이오스, The Deipnosophists, Book 14, book 14, chapter 5721)
- τὴν δ ἵππος ἁβρὴ χαιτέεσς ἐγείνατο, ἣ δούλἰ ἔργα καὶ δύην περιτρέπει, κοὔτ ἂν μύλης ψαύσειεν οὔτε κόσκινον ἄρειεν οὔτε κόπρον ἐξ οἴκου βάλοι, οὔτε πρὸς ἰπνὸν ἀσβόλην ἀλευμένη ἵζοιτ: (Unknown, Elegy and Iambus, Volume II, , 64)
(작자 미상, 비가, , 64)