- ποιησάμενός τε κατ᾿ ἀνδραλογίαν κατασκευάσματα εἰς ἀργυρίου δραχμὰς δισχιλίας, ἀπέστειλεν εἰς Ἱεροσόλυμα προσαγαγεῖν περὶ ἁμαρτίας θυσίαν, πάνυ καλῶς καὶ ἀστείως πράττων ὑπὲρ ἀναστάσεως διαλογιζόμενος. (Septuagint, Liber Maccabees II 12:43)
(70인역 성경, Liber Maccabees II 12:43)
- ἐν κατασκευάσματι χρυσῷ σφραγὶς σμαράγδου, μέλος μουσικὸν ἐφ᾿ ἡδεῖ οἴνῳ. (Septuagint, Liber Sirach 32:6)
(70인역 성경, Liber Sirach 32:6)
- καὶ ἀνοίξας ἅμα τὸν ταῦρον κατὰ τὰ νῶτα, Ἤν τινα, ἔφη, κολάζειν ἐθέλῃς, ἐμβιβάσας εἰς τὸ μηχάνημα τοῦτο καὶ κατακλείσας προστιθέναι μὲν τοὺς αὐλοὺς τούσδε πρὸς τοὺς μυξωτῆρας τοῦ βοός, πῦρ δὲ ὑποκαίειν κελεύειν, καὶ ὁ μὲν οἰμώξεται καὶ βοήσεται ἀλήκτοις ταῖς ὀδύναις ἐχόμενος, ἡ βοὴ δὲ διὰ τῶν αὐλῶν μέλη σοι ἀποτελέσει οἱᾶ λιγυρώτατα καὶ ἐπαυλήσει θρηνῶδες καὶ μυκήσεται γοερώτατον, ὡς τὸν μὲν κολάζεσθαι, σὲ δὲ τέρπεσθαι μεταξὺ καταυλούμενον, ἐγὼ δὲ ὡς τοῦτο ἤκουσα, ἐμυσάχθην τὴν κακομηχανίαν τοῦ ἀνδρὸς καὶ τὴν ἐπίνοιαν ἐμίσησα τοῦ κατασκευάσματος καὶ οἰκείαν αὐτῷ τιμωρίαν ἐπέθηκα: (Lucian, Phalaris, book 1 11:8)
(루키아노스, Phalaris, book 1 11:8)
- "ἐπεπήγει δὲ τοῦ συμποσίου καταντικρὺ καὶ ἑτέρα κλίνη πρὸς τὴν τῶν κυλίκων καὶ ποτηρίων τῶν τε λοιπῶν τῶν πρὸς τὴν χρῆσιν ἀνηκόντων κατασκευασμάτων ἔκθεσιν ἃ δὴ πάντα χρυσᾶ τε ἦν καὶ διάλιθα, θαυμαστὰ ταῖς τέχναις. (Athenaeus, The Deipnosophists, Book 5, book 5, chapter 19 3:90)
(아테나이오스, The Deipnosophists, Book 5, book 5, chapter 19 3:90)
- πολλῶν δὲ ὁ Φιλάδελφος βασιλέων πλούτῳ διέφερε καὶ περὶ πάντα ἐσπουδάκει τὰ κατασκευάσματα φιλοτίμως, ὥστε καὶ πλοίων πλήθει πάντας ὑπερέβαλλεν. (Athenaeus, The Deipnosophists, Book 5, book 5, chapter 36 1:3)
(아테나이오스, The Deipnosophists, Book 5, book 5, chapter 36 1:3)
- "ἐμοὶ μέν, ὦ ἄνδρες, πολλάκις ἤδη πέφηνεν ἐπισκοποῦντι κομιδῇ ἄτοπον τὸ τῶν ἀρετῶν τούτων κατασκεύασμα καὶ πολὺ τῆς φύσεως ἀφεστηκὸς εἶναι. (Athenaeus, The Deipnosophists, Book 12, book 12, chapter 64 1:1)
(아테나이오스, The Deipnosophists, Book 12, book 12, chapter 64 1:1)
- αἱ μὲν ἐλπίδες αἱ τούτων αὗται καὶ τὸ κατασκεύασμα τὸ τῶν αἰτιῶν, ὡς ἄρα βούλονταί τινες πόλεμον ποιῆσαι. (Demosthenes, Speeches, 69:1)
(데모스테네스, Speeches, 69:1)
- ἵνα τοίνυν εἰδῆθ ὑπὲρ ἡλίκων καὶ ὅσων ἦν τὸ κατασκεύασμα τὸ τῆς διαθήκης, μίκρ ἀκούσατέ μου. (Demosthenes, Speeches 41-50, 42:1)
(데모스테네스, Speeches 41-50, 42:1)
- ἀναξίως τῆς ἀρετῆς διὰ πενίαν πράττοντας εὐεργετεῖν καὶ βασιλικοῦ πλούτου τοῦτ ἀνάθημα καὶ κατασκεύασμα λαμπρότατον. (Dionysius of Halicarnassus, Antiquitates Romanae, Books X-XX, book 19, chapter 14 4:1)
(디오니시오스, Antiquitates Romanae, Books X-XX, book 19, chapter 14 4:1)
- βούλεται μὲν γὰρ δημοκρατικὸν εἶναι τὸ κατασκεύασμα τῶν συσσιτίων, γίνεται δ ἥκιστα δημοκρατικὸν οὕτω νενομοθετημένον. (Aristotle, Politics, Book 2 242:1)
(아리스토텔레스, 정치학, Book 2 242:1)