호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἶτα καὶ τῶν ἑξῆς αἱ μὲν ἀποδείξεις πολιτικώταται: μάχην γάρ, δοκεῖ, δείκνυσι πρὸς τὰ προσόντα τῷ θαυμάσιον δέ μοι κἀκεῖνο φαίνεται τὸ πεισθῆναί τινας ὡς Σωκράτης τοὺς νέους διέφθειρεν: ὁ δὲ [πρῶτον μὲν] οὐ πρότασιν θεὶς οὕτως ἐπάγει τὰ κατασκευαστικά, ἀλλ ἁπλῶς ἐπεξέρχεται τὰ πράγματα, πρῶτον. δεῖ δὲ τὴν μεταχείρισιν τῶν κατασκευαστικῶν ὁρᾶν: πολιτικὸς μὲν γὰρ τὰ ἐν γένει ἂν ἐκλαβὼν ἔλεγεν, ὅπως μὲν ἦν σώφρων, ὅπως δὲ ἐγκρατής, ὅπως δὲ πᾶσι πόνοις ἀντεῖχεν, ὁ δὲ τὰ κατ εἶδος γαστρὸς φησὶν ἐγκρατὴς καὶ ἀφροδισίων, καὶ πρὸς χειμῶνα καὶ θέρος πῶς εἶχεν· εἶτα ἔμιξε τὰ μεγάλα τοῖς μικροῖς, πῶς ἂν οὖν ἢ ἀσεβεῖς ἢ παρανόμους ἢ λίχνους ἐποίει·
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기