- 텍스트

Demosthenes, Speeches 41-50, Πρὸς Πολυκλέα περὶ τοῦ Ἐπιτριηραρχήματος? 43:

(데모스테네스, Speeches 41-50, Πρὸς Πολυκλέα περὶ τοῦ Ἐπιτριηραρχήματος 43:)

λέγοντος δὲ αὐτοῦ ταῦτα, ἀπεκρινάμην αὐτῷ ὅτι σκεύη μὲν διὰ τοῦτο οὐ λάβοιμι ἐκ τοῦ νεωρίου, ὅτι σὺ ἀδόκιμα ἐποίησας αὐτά. ἀλλ εἰ μὲν βούλει, ταῦτα παράλαβε: εἰ δὲ μή, σκεύη σαυτῷ παρασκεύαζε. περὶ δὲ τῶν ναυτῶν καὶ τῶν ἐπιβατῶν καὶ τῆς ὑπηρεσίας, εἰ φὴς ὑπ ἐμοῦ αὐτοὺς διεφθάρθαι, παραλαβὼν τὴν τριήρη αὐτὸς σαυτῷ κατασκεύασαι καὶ ναύτας καὶ ἐπιβάτας καὶ ὑπηρεσίαν, οἵτινές σοι μηδὲν λαβόντες συμπλεύσονται. τὴν δὲ ναῦν παράλαβε: οὐ γὰρ ἔτι μοι προσήκει τριηραρχεῖν: ὅ τε γὰρ χρόνος ἐξήκει μοι τῆς τριηραρχίας, καὶ ἐπιτετριηράρχηκα τέτταρας μῆνας.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION