κακοπάθεια?
First declension Noun; Feminine
자동번역
Transliteration: kakopatheia
Principal Part:
κακοπάθεια
Structure:
κακοπαθει
(Stem)
+
α
(Ending)
Sense
- ill plight, distress
Declension
First declension
The inflection forms above were generated by rules and some usages of them were not attested.
Due to a bug of system, some forms may display wrong accents.
- σπεύδοντες γὰρ τοὺς παῖδας ἐν πᾶσι τάχιον πρωτεῦσαι πόνους αὐτοῖς ὑπερμέτρους ἐπιβάλλουσιν, οἷς ἀπαυδῶντες ἐκπίπτουσι, καὶ ἄλλως βαρυνόμενοι ταῖς κακοπαθείαις οὐ δέχονται τὴν μάθησιν εὐηνίως. (Plutarch, De liberis educandis, section 13 1:5)
- Ὅτι δ οὐδὲν ἐλάσσους ἀπὸ κενώσιος ἀκαίρου κακοπάθειαι γίνονται τῷ ἀνθρώπῳ ἢ ἀπὸ πληρώσιος, καταμανθάνειν καλῶς ἔχει ἐπαναφέροντας ἐπὶ τοὺς ὑγιαίνοντας. (Hippocrates, Hippocrates Collected Works I, , x.1)
- εἰσὶ δέ τινες οἳ οὐκ ἂν δύναιντο ἔξω τοῦ συμφέροντος ποιέοντες Ῥηϊδίως ἀπαλλάσσειν, ἀλλὰ συμβαίνει αὐτῶν ἑκατέροισι παρ ἡμέρην μιαν καὶ ταύτην οὐχ ὅλην μεταβάλλουσιν ὑπερφυὴς κακοπάθεια. (Hippocrates, Hippocrates Collected Works I, , x.6)
- οὐδέποτε γὰρ ἡ αὐτὴ κακοπάθεια τούτων οὐδετέρου, οὐδέ γε ἀπὸ πληρώσιος οὐδ ἀπὸ βρώματος τοίου ἢ τοίου. (Hippocrates, Hippocrates Collected Works I, , xxi.4)
- οἱ δὲ Τυρρηνοὶ ταῖς συνεχέσι κακοπαθείαις ἀπειρηκότες ἐκλείπουσι τὸν χάρακα περὶ τὸν ὄρθρον καὶ οἱ μὲν εἰς τὴν πόλιν ἔφυγον, οἱ δ εἰς τὰς πλησίον ὕλας ἐσκεδάσθησαν. (Dionysius of Halicarnassus, Antiquitates Romanae, Books VII-IX, book 9, chapter 35 5:1)
- ἔπειθ ὁρῶν τῶν εὐπορωτάτων τοὺς πλείστους δυσχεραίνοντας τοῖς πραττομένοις καὶ πρὸς αὐτὸν ἀλλοτριώτατα διακειμένους συνήγαγεν ἐκκλησίαν, ἐν ᾗ περί τε τῆς προγεγενημένης συμφορᾶς καὶ τῶν προσδοκωμένων δεινῶν κατοδυρόμενος αὐτὸς μὲν ῥᾳδίως ὑπομένειν ἔφησε τὴν πολιορκίαν, συνήθης ὢν πάσῃ κακοπαθείᾳ, ἐλεεῖν δὲ τοὺς πολίτας, εἰ συγκλεισθέντες ἀναγκασθήσονται πολιορκίαν ὑπομένειν. (Diodorus Siculus, Bibliotheca Historica, Books XVIII-XX, book 20, chapter 4 6:1)
- γυμνάσας δ αὐτοὺς πλείονα χρόνον συνήθεις ἐποίησε πάσῃ κακοπαθείᾳ καὶ πολεμικοῖς κινδύνοις. (Diodorus Siculus, Bibliotheca Historica, book 2, chapter 1 4:5)
- περὶ γὰρ τὰς ἐσχατιὰς τῆς Αἰγύπτου καὶ τῆς ὁμορούσης Ἀραβίας τε καὶ Αἰθιοπίας τόπος ἐστὶν ἔχων μέταλλα πολλὰ καὶ μεγάλα χρυσοῦ, συναγομένου πολλοῦ πολλῇ κακοπαθείᾳ τε καὶ δαπάνῃ. (Diodorus Siculus, Bibliotheca Historica, book 3, chapter 12 1:1)