ἱππόκομος?
First/Second declension Adjective;
Transliteration: hippokomos
Principal Part:
ἱππόκομος
ἱππόκομον
Structure:
ἱπποκομ
(Stem)
+
ος
(Ending)
Sense
- decked with horse-hair
Declension
First/Second declension
The inflection forms above were generated by rules and some usages of them were not attested.
Due to a bug of system, some forms may display wrong accents.
- ἔστι δὲ μέγα καὶ τὸ τῶν ἀντιστρατήγων, τρυφὴν γὰρ οἶμαι καὶ παιδιὰν πρὸς Ἀντίοχον διαναυμαχεῖν τὸν Ἀλκιβιάδου κυβερνήτην, καὶ Φιλοκλέα τὸν Ἀθηναίων ἐξαπατᾶν δημαγωγόν, ἄδοξον, ἄκραν γλῶσσαν ἠκονημένον οὓς οὐκ ἂν ἱπποκόμῳ Μιθριδάτης οὐδὲ ῥαβδούχῳ Μάριος ἠξίωσε παραβαλεῖν τῶν ἑαυτοῦ, τῶν δὲ πρὸς Σύλλαν ἀνταραμένων δυναστῶν, ὑπάτων, στρατηγῶν, δημαγωγῶν, ἵνα τοὺς ἄλλους ἐάσω, τίς ἦν Ῥωμαίων Μαρίου φοβερώτερος ἢ Μιθριδάτου βασιλέων δυνατώτερος ἢ Λαμπωνίου καὶ Τελεσίνου τῶν Ἰταλικῶν μαχιμώτερος· (Plutarch, Comparison of Lysander and Sulla, chapter 4 4:2)
- "φιάλας δ ὁλαργύρους κατασκευάσαντες, τὸ τίμημα ἔχουσαν ἑκάστην ἧς προειρήκαμεν δαπάνης, ἵππον τε κατεσκευασμένον σὺν ἱπποκόμῳ καὶ φαλάροις διαχρύσοις ἐδώκαμεν καὶ παρεκαλέσαμεν ἕκαστον ἐπὶ αὐτοῦ καθεσθέντα οἴκαδ ἀπιέναι. (Athenaeus, The Deipnosophists, Book 12, book 12, chapter 73 2:4)
- κἀνταῦθα δὴ τὸ ῥηθὲν ὑπὸ τοῦ ἱπποκόμου χάριεν, ὡς οὐδὲν οὕτω πιαίνει τὸν ἵππον ὡς βασιλέως ὀφθαλμός. (Plutarch, De liberis educandis, section 13 8:3)
- ἐπίβλημα δὲ τῶν ποικίλων Βαβυλώνιον ἐκ κληρονομίας κτησάμενος εὐθὺς ἀποδόσθαι, τῶν δὲ ἐπαύλεων αὐτοῦ μηδεμίαν εἶναι κεκονιαμένην, οὐδένα δὲ πώποτε πρίασθαι δοῦλον ὑπὲρ τὰς χιλίας δραχμὰς καὶ πεντακοσίας, ὡς ἂν οὐ τρυφερῶν οὐδ ὡραίων, ἀλλ ἐργατικῶν καὶ στερεῶν, οἱο῀ν ἱπποκόμων καὶ βοηλατῶν, δεόμενος καὶ τούτους δὲ πρεσβυτέρους γενομένους ᾤετο δεῖν ἀποδίδοσθαι καὶ μὴ βόσκειν ἀχρήστους. (Plutarch, Marcus Cato, chapter 4 4:1)
- ὁ δὲ Βουκεφάλας γυμνὸς μὲν ὢν παρεῖχεν ἀναβῆναι τῷ ἱπποκόμῳ, κοσμηθεὶς δὲ τοῖς βασιλικοῖς προκοσμίοις καὶ περιδεραίοις οὐδένα προσίετο πλὴν αὐτὸν Ἀλέξανδρον: (Plutarch, De sollertia animalium, chapter, section 14 7:2)
- οὐκοῦν τάλαντα μὲν ἑβδομήκοντα ἐκεῖνα πάνυ ἀσφαλῶς ὑπὸ τῇ κλίνῃ κατορώρυκται καὶ οὐδεὶς ἄλλος οἶδε, τὰ δὲ ἑκκαίδεκα εἶδεν, οἶμαι, Σωσύλος ὁ ἱπποκόμος ὑπὸ τῇ φάτνῃ κατακρύπτοντά με: (Lucian, Gallus, (no name) 29:13)
- "ἦν δὲ ἡμῖν Λίβυς τις οἰκέτης κατάρατος, ἱπποκόμος: (Lucian, Philopsuedes sive incredulus, (no name) 18:7)
- ἵνα δὲ ὁ ἱπποκόμος καὶ τὸν χαλινὸν ὀρθῶς ἐμβάλῃ, πρῶτον μὲν προσίτω κατὰ τὰ ἀριστερὰ τοῦ ἵππου: (Xenophon, Minor Works, , chapter 6 8:1)
- δεδιδάχθω δὲ καὶ τάδε ὁ ἱπποκόμος, πρῶτον μὲν μήποτε ἄγειν τῆς ἡνίας τὸν ἵππον: (Xenophon, Minor Works, , chapter 6 10:1)
- ἐπειδάν γε μὴν ὁ ἱπποκόμος τὸν ἵππον παραδῷ τῷ ἀναβάτῃ, τὸ μὲν ἐπίστασθαι ὑποβιβάζεσθαι τὸν ἵππον, ὥστε εὐπετὲς εἶναι ἀναβῆναι, οὐ μεμφόμεθα: (Xenophon, Minor Works, , chapter 6 17:1)
Synonyms
-
decked with horse-hair