ἐκκλησία?
First declension Noun; Feminine
자동번역
Transliteration: ekklēsiā
Principal Part:
ἐκκλησία
ἐκκλησίας
Structure:
ἐκκλησι
(Stem)
+
α
(Ending)
Sense
- assembly
- congregation, church
Declension
First declension
The inflection forms above were generated by rules and some usages of them were not attested.
Due to a bug of system, some forms may display wrong accents.
- ὁ πούς μου ἔστη ἐν εὐθύτητι. ἐν ἐκκλησίαις εὐλογήσω σε, Κύριε. (Septuagint, Liber Psalmorum 25:12)
- ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ. (Septuagint, Liber Psalmorum 67:27)
- οἱ πρὸ τῆς Λυσιμαχίδου ἀρχῆς ἐν ἐκκλησίαις τε καὶ δικαστηρίοις γενόμενοι πρότερον τῶν Ἀριστοτέλους τεχνῶν ἑτέραν προσθήσω μαρτυρίαν παρὰ τοῦ φιλοσόφου λαβών, ἐξ ἧς ἔτι μᾶλλον ἔσται φανερόν, ὅτι μετὰ τὸν πόλεμον τὸν συμβάντα τοῖς Ἀθηναίοις πρὸς Φίλιππον αἱ ῥητορικαὶ συνετάχθησαν ὑπ αὐτοῦ τέχναι, Δημοσθένους ἀκμάζοντος ἤδη κατὰ τὴν πολιτείαν καὶ πάντας εἰρηκότος τούς τε δημηγορικοὺς καὶ τοὺς δικανικοὺς λόγους, ὧν ὀλίγῳ πρότερον ἐμνήσθην. (Dionysius of Halicarnassus, Ad Ammaeum, chapter 11 6:1)
- σὺ γοῦν μοι τἀληθές, ὦ Ἑρμῆ, ἂν εἴποις μόνος, ἅτε συνὼν αὐτοῖς τὰ πολλὰ καὶ συνδιατρίβων ἐ`ν τε γυμνασίοις καὶ ἐν τῇ ἀγορᾷ - καὶ ἀγοραῖος γὰρ εἶ καὶ ἐν ταῖς ἐκκλησίαις κηρύττεις - ὁποῖοι γεγένηνται καὶ εἰ δυνατή μοι παρ αὐτοῖς ἡ μονή. (Lucian, Bis accusatus sive tribunalia, (no name) 8:7)
- τοιγάρτοι τὰς μὲν ἐπιδείξεις τὰς ἐν ταῖς πανηγύρεσι καὶ τὴν ἐκ χειρὸς θεωρίαν φέρουσιν αὐτοῦ οἱ λόγοι, τοὺς δὲ ἐν ἐκκλησίαις καὶ δικαστηρίοις ἀγῶνας οὐχ ὑπομένουσι. (Dionysius of Halicarnassus, De Isocrate, chapter 2 2:1)
- καὶ ἐστάθησαν κατὰ πρόσωπον Κυρίου πᾶσαι αἱ φυλαὶ τοῦ Ἰσραὴλ ἐν ἐκκλησίᾳ τοῦ λαοῦ τοῦ Θεοῦ, τετρακόσιαι χιλιάδες ἀνδρῶν πεζῶν ἕλκοντες ρομφαίαν. (Septuagint, Liber Iudicum 20:2)
- καὶ εἶπαν οἱ υἱοὶ Ἰσραήλ. τίς οὐκ ἀνέβη ἐν τῇ ἐκκλησίᾳ ἀπὸ πασῶν φυλῶν Ἰσραὴλ πρὸς Κύριον; ὅτι ὁ ὅρκος μέγας ἦν τοῖς οὐκ ἀναβεβηκόσι πρὸς Κύριον εἰς Μασσηφὰθ λέγοντες. θανάτῳ θανατωθήσεται. (Septuagint, Liber Iudicum 21:5)
- καὶ γνώσεται πᾶσα ἡ ἐκκλησία αὕτη ὅτι οὐκ ἐν ρομφαίᾳ καὶ δόρατι σῴζει Κύριος, ὅτι τοῦ Κυρίου ὁ πόλεμος, καὶ παραδώσει Κύριος ὑμᾶς εἰς χεῖρας ἡμῶν. (Septuagint, Liber I Samuelis 17:26)
- Καὶ ἀπέστρεψεν ὁ βασιλεὺς τὸ πρόσωπον αὐτοῦ, καὶ εὐλόγησεν ὁ βασιλεὺς πάντα Ἰσραήλ, καὶ πᾶσα ἐκκλησία Ἰσραὴλ εἱστήκει. (Septuagint, Liber I Regum 8:12)
- καὶ ἐποίησε Σαλωμὼν τὴν ἑορτὴν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ πᾶς Ἰσραὴλ μετ᾿ αὐτοῦ, ἐκκλησία μεγάλη ἀπὸ τῆς εἰσόδου Ἡμὰθ ἕως ποταμοῦ Αἰγύπτου, ἐνώπιον Κυρίου Θεοῦ ἡμῶν ἐν τῷ οἴκῳ, ᾧ ᾠκοδόμησεν, ἐσθίων καὶ πίνων καὶ εὐφραινόμενος ἐνώπιον Κυρίου Θεοῦ ἡμῶν ἑπτὰ ἡμέρας. (Septuagint, Liber I Regum 8:64)