호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἤδη δὲ ἔγωγε καὶ ἐν αὐταῖς ἔδοξα ταῖς ῥητορείαις τοῦτο συμβεβηκέναι τῷ ἀνδρὶ τὸ πάθος, ὥστε περὶ τὴν αὐτὴν ὑπόθεσιν καὶ ἐν τῷ αὐτῷ καιρῷ τιθέναι μὲν ἃς οὐκ ἔδει, παραλιπεῖν δὲ ἃς ἔδει λέγεσθαι. οἱό῀ν τι καὶ περὶ τῆς Μυτιληναίων πόλεως ἐν τῇ τρίτῃ βύβλῳ πεποίηκε: μετὰ γὰρ τὴν ἅλωσιν αὐτῆς καὶ τὴν τῶν αἰχμαλώτων ἄφιξιν, οὓς ἀπέστειλεν ὁ στρατηγὸς Πάχης, διττῶν ἐκκλησιῶν γενομένων ἐν ταῖς Ἀθήναις τοὺς μὲν ἐν τῇ προτέρᾳ ῥηθέντας ὑπὸ τῶν δημαγωγῶν λόγους παρέλιπεν ὡς οὐκ ἀναγκαίους, ἐν ᾗ τούς τε αἰχμαλώτους ἀποκτεῖναι ὁ δῆμος ἐψηφίσατο καὶ τοὺς ἄλλους Μυτιληναίους ἡβηδόν, γυναῖκας δὲ καὶ παῖδας ἀνδραποδίσαι:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기