- 텍스트

Aristophanes, Birds, Lyric-Scene, iambics 3:

(아리스토파네스, Birds, Lyric-Scene, iambics 3:)

ποῦ πρόξενοι·? τίς ὁ Σαρδανάπαλλος οὑτοσί· ἐπίσκοπος ἥκω δεῦρο τῷ κυάμῳ λαχὼν ἐς τὰς Νεφελοκοκκυγίας. ἐπίσκοπος· ἔπεμψε δὲ τίς σε δεῦρο· φαῦλον βιβλίον Τελέου. τί· βούλει δῆτα τὸν μισθὸν λαβὼν μὴ πράγματ ἔχειν ἀλλ ἀπιέναι· νὴ τοὺς θεούς. ἐκκλησιάσαι δ οὖν ἐδεόμην οἴκοι μένων. ἔστιν γὰρ ἃ δι ἐμοῦ πέπρακται Φαρνάκῃ. ἄπιθι λαβών: ἔστιν δ ὁ μισθὸς οὑτοσί. τουτὶ τί ἦν· ἐκκλησία περὶ Φαρνάκου. μαρτύρομαι τυπτόμενος ὢν ἐπίσκοπος. οὐκ ἀποσοβήσεις· οὐκ ἀποίσεις τὼ κάδω· οὐ δεινά· καὶ πέμπουσιν ἤδη πισκόπους ἐς τὴν πόλιν, πρὶν καὶ τεθύσθαι τοῖς θεοῖς· ἐὰν δ ὁ Νεφελοκοκκυγιεὺς τὸν Ἀθηναῖον ἀδικῇ - τουτὶ τί ἔστιν αὖ κακὸν τὸ βιβλίον· ψηφισματοπώλης εἰμὶ καὶ νόμους νέους ἥκω παρ ὑμᾶς δεῦρο πωλήσων. τὸ τί· χρῆσθαι Νεφελοκοκκυγιᾶς τοῖσδε τοῖς μέτροισι καὶ σταθμοῖσι καὶ ψηφίσμασι καθάπερ Ὀλοφύξιοι. σὺ δέ γ οἷσπερ ὡτοτύξιοι χρήσει τάχα. οὗτος τί πάσχεις· οὐκ ἀποίσεις τοὺς νόμους· πικροὺς ἐγώ σοι τήμερον δείξω νόμους. καλοῦμαι Πισθέταιρον ὕβρεως ἐς τὸν Μουνιχιῶνα μῆνα. ἄληθες οὗτος· ἔτι γὰρ ἐνταῦθ ἦσθα σύ· ἐὰν δέ τις ἐξελαύνῃ τοὺς ἄρχοντας καὶ μὴ δέχηται κατὰ τὴν στήλην - οἴμοι κακοδαίμων, καὶ σὺ γὰρ ἐνταῦθ ἦσθ ἔτι· ἀπολῶ σε καὶ γράφω σε μυρίας δραχμάς. ἐγὼ δὲ σοῦ γε τὼ κάδω διασκεδῶ. μέμνης ὅτε τῆς στήλης κατετίλας ἑσπέρας· αἰβοῖ: λαβέτω τις αὐτόν. οὗτος οὐ μενεῖς· ἀπίωμεν ἡμεῖς ὡς τάχιστ ἐντευθενὶ θύσοντες εἴσω τοῖς θεοῖσι τὸν τράγον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION