εἰκῇ?
Adverb;
자동번역
Transliteration: eikēi
Principal Part:
εἰκῇ
Sense
- without cause
- without planning, heedlessly, rashly, haphazardly
- without purpose, for no reason
- vainly, to no avail
- slightly, moderately
- καθαρὰ μέν ἐστιν οὐχ ἧττον τῆς Λυσίου καὶ οὐδὲν εἰκῇ τιθεῖσα ὄνομα τήν τε διάλεκτον ἀκριβοῦσα ἐν τοῖς πάνυ τὴν κοινὴν καὶ συνηθεστάτην. (Dionysius of Halicarnassus, De Isocrate, chapter 22)
- ὅσαι δὲ ἀνθρώπους δεδίασιν καὶ ὑπὸ ψόφου ἐκπλήσσονται καὶ θορυβώδεις εἰσὶν καὶ ἐπὶ πολλὰ καὶ εἰκῇ κινοῦνται [ - καὶ ταῦτα ἀλογίστων ἐστὶν καὶ οὐκ ἐμφρόνων - ], καθάπερ ἄνθρωποι οἱ δειλοὶ καὶ ἔκφρονες, οὕτω δὲ καὶ αἱ κύνες αἱ τοιαῦται οὔποτε ἂν εἰε῀ν γενναῖαι. (Arrian, Cynegeticus, chapter 7 3:3)
- χρὴ δὲ εἰ πλείους κύνας ἐπαγάγοιντο, μὴ εἰκῇ τεταγμένους ἰέναι: (Arrian, Cynegeticus, chapter 20 3:1)
- ηὗδον δὲ πᾶσαι σώμασιν παρειμέναι, αἳ μὲν πρὸς ἐλάτης νῶτ ἐρείσασαι φόβην, αἳ δ ἐν δρυὸς φύλλοισι πρὸς πέδῳ κάρα εἰκῇ βαλοῦσαι σωφρόνως, οὐχ ὡς σὺ φῂς ᾠνωμένας κρατῆρι καὶ λωτοῦ ψόφῳ θηρᾶν καθ ὕλην Κύπριν ἠρημωμένας. (Euripides, episode, trochees 3:3)
- κράτιστον εἰκῇ ταῦτ ἐᾶν ἀφειμένα. (Euripides, episode 5:14)
- ἄπιστος ἀνὴρ κρίνει εἰκῆ, ὃς δὲ πέποιθεν ἐπὶ Κύριον ἐν ἐπιμελείᾳ ἔσται. (Septuagint, Liber Proverbiorum 28:26)
- Ἴκαρος δέ, νεότητι καὶ ἀτασθαλίῃ χρεόμενος καὶ οὐκ ἐπιεικτὰ διζήμενος ἀλλὰ ἐς πόλον ^ ἀερθεὶς τῷ νῷ, ἐξέπεσε τῆς ἀληθείης καὶ παντὸς ἀπεσφάλη τοῦ λόγου καὶ ἐς πέλαγος κατηνέχθη ἀβύσσων πρηγμάτων, τὸν Ἕλληνες ἄλλως μυθολογέουσιν καὶ κόλπον ἐπ αὐτῷ ἐν τῇδε τῇ θαλάσσῃ Ἰκάριον εἰκῆ καλέουσιν. (Lucian, De astrologia, (no name) 15:1)
- τοιαῦτα πολὺ μαντικώτεροι ὑμῶν οἱ γεωργοί, καὶ ἄριστα μαντεύσαιντ᾿ ἂν ἡμῖν περὶ αὐτῶν, ὅτι ὕσαντος μὲν τοῦ θεοῦ εὐθαλῆ ἔσται τὰ δράγματα, ἢν δὲ αὐχμὸς ἐπιλάβῃ καὶ διψήσωσιν αἱ ἄρουραι, οὐδεμία μηχανὴ μὴ οὐχὶ λιμὸν ἐπακολουθῆσαι τῷ δίψει αὐτῶν, καὶ ὅτι οὐ μεσοῦντος θέρους χρὴ ἀροῦν, ἢ οὐκ ἄν τι ὄφελος γένοιτο εἰκῆ ἐκχυθέντων τῶν σπερμάτων, οὐδὲ ἀμᾶν ἔτι χλωρὸν τὸν στάχυν, ἢ κενὸν εὑρεθήσεσθαι τὸν καρπόν. (Lucian, 12:1)
- ἀλλὰ γὰρ ἵνα μὴ μακρὰ προοιμιάζωμαι τοῦ ὕδατος πάλαι εἰκῆ ῥέοντος, ἄρξομαι τῆς κατηγορίας. (Lucian, Bis accusatus sive tribunalia, (no name) 26:5)
- δέδια γὰρ μὴ ἐπιλανθάνωμαι τῶν πρώτων, εἰ τὰ μετὰ ταῦτα πολλὰ ἐπιρρέοι σὺ τοῦτο, ὦ Ἀνάχαρσι, ταμιεύσῃ ἄμεινον, ἔνθα ἄν σοι δοκῇ μὴ πάνυ σαφὴς ὁ λόγος εἶναι ἢ πόρρω ποι ἀποπλανᾶσθαι εἰκῆ ῥέων ἐρήσῃ γὰρ μεταξὺ ὅ τι ἂν ἐθέλῃς καὶ διακόψεις αὐτοῦ τὸ μῆκος. (Lucian, Anacharsis, (no name) 18:10)
Synonyms
-
without cause
-
without purpose
- ἐτός (without reason, for nothing, for nothing)