- ἔργῳ γοῦν τοῦτο ἔδειξεν ὁ συνταχθεὶς Θήβησιν ὑπὸ Ἐπαμινώνδου ἱερὸς λόχος καὶ ὁ κατὰ τῶν Πεισιστρατιδῶν θάνατος ὑπὸ Ἁρμοδίου καὶ Ἀριστογείτονος γενόμενος, περὶ Σικελίαν δ ἐν Ἀκράγαντι ὁ Χαρίτωνος καὶ Μελανίππου ἔρως. (Athenaeus, The Deipnosophists, Book 13, book 13, chapter 783)
(아테나이오스, The Deipnosophists, Book 13, book 13, chapter 783)
- διὸ τῶν μὲν ὀλυμπίων ἱερῶν εἴργεται, καὶ οὔτ ἐν Ἥρας Ἀθήνησιν οὔτε Θήβησιν ἐν Ἀφροδίτης ἴδοι τις ἂν κιττόν: (Plutarch, Quaestiones Romanae, section 112 3:2)
(플루타르코스, Quaestiones Romanae, section 112 3:2)
- ὄψει γοητεύοντα τοὺς πολλοὺς, οὐκ ᾤοντο δεῖν ἀσύμβολον ἐν ταῖς οἰκίαις μάτην ἐντρέφεσθαι καὶ περιπλέκεσθαι, βλαβερὸν ὄντα τοῖς προσδεχομένοις φυτοῖς τῆς γῆς ἐχόμενον διὸ τῶν μὲν ὀλυμπίων ἱερῶν εἴργεται, καὶ οὔτε ἐν Ἥρας Ἀθήνησιν οὔτε Θήβησιν ἐν Ἀφροδίτης ἴδοι τις ἂν κιττόν: (Plutarch, Quaestiones Romanae, section 112 4:1)
(플루타르코스, Quaestiones Romanae, section 112 4:1)
- καὶ περὶ τοῦ Θήβησιν ἀποθανόντος, περὶ οὗ κελεύει κρίνεσθαι εἰ δίκαιος ἦν ἀποθανεῖν, ὡς οὐκ ἄδικον ὀ`ν τὸ ἀποκτεῖναι τὸν δικαίως ἀποθανόντα. (Aristotle, Rhetoric, Book 2, chapter 23 3:12)
(아리스토텔레스, 수사학, Book 2, chapter 23 3:12)
- τοῦτο μὲν γὰρ Ἀθήνησι Μαντίᾳ τῷ ῥήτορι ἀμφισβητοῦντι πρὸς τὸν υἱὸν ἀπέφηνεν ἡ μήτηρ, τοῦτο δὲ Θήβησιν Ἰσμηνίου καὶ Στίλβωνος ἀμφισβητούντων ἡ Δωδωνὶς ἀπέδειξεν Ἰσμηνίου τὸν υἱόν, καὶ διὰ τοῦτο Θετταλίσκον Ἰσμηνίου ἐνόμιζον. (Aristotle, Rhetoric, Book 2, chapter 23 11:2)
(아리스토텔레스, 수사학, Book 2, chapter 23 11:2)
- ἄλλοι δ ἐν Θήβῃσιν, ἄναξ, σε λέγουσι γενέσθαι, ψευδόμενοι: (Anonymous, Homeric Hymns, 1:2)
(익명 저작, Homeric Hymns, 1:2)