- ἐπεὶ δ οὖν ποτε καὶ ἧκεν ἡ τοῦ ἀγῶνος ἡμέρα, τρεῖς μὲν ἦσαν, ἔλαχεν δὲ μέσος αὐτῶν ὁ Εὐάγγελος ᾄδειν καὶ μετὰ Θέσπιν τὸν Θηβαῖον οὐ φαύλως ἀγωνισάμενον εἰσέρχεται ὅλος περιλαμπόμενος τῷ χρυσῷ καὶ τοῖς σμαράγδοις καὶ βηρύλλοις καὶ ὑακίνθοις: (Lucian, Adversus indoctum et libros multos ementem, (no name) 9:1)
(루키아노스, Adversus indoctum et libros multos ementem, (no name) 9:1)
- ἐνέπνευσαν δέ μοι αὐδὴν θέσπιν, ἵνα κλείοιμι τά τ ἐσσόμενα πρό τ ἐόντα. (Hesiod, Theogony, Book Th. 5:3)
(헤시오도스, 신들의 계보, Book Th. 5:3)
- ὁ γὰρ γέρων ὡς ἔπιε διὰ πολλοῦ χρόνου ἤκουσέ τ αὐλοῦ, περιχαρὴς τῷ πράγματι ὀρχούμενος τῆς νυκτὸς οὐδὲν παύεται τἀρχαἶ ἐκεῖν οἷς Θέσπις ἠγωνίζετο: (Aristophanes, Wasps, Episode2)
(아리스토파네스, Wasps, Episode2)
- κἂν μὲν θέσπιε κοῦρε ποιῇς ταῦθ ὡς ἐπιτέλλω, αἰετὸς ἐν νεφέλῃσι γενήσεαι: (Aristophanes, Birds, Lyric-Scene, iambics 1:9)
(아리스토파네스, Birds, Lyric-Scene, iambics 1:9)
- φασὶ δὲ καὶ ὅτι οἱ ἀρχαῖοι ποιηταί, Θέσπις, Πρατίνας, Κρατῖνος, Φρύνιχος ὀρχησταὶ ἐκαλοῦντο διὰ τὸ μὴ μόνον τὰ ἑαυτῶν δράματα ἀναφέρειν εἰς ὄρχησιν τοῦ χοροῦ, ἀλλὰ καὶ ἔξω τῶν ἰδίων ποιημάτων διδάσκειν τοὺς βουλομένους ὀρχεῖσθαι Μεθύων. (Athenaeus, The Deipnosophists, book 1, chapter 39 3:1)
(아테나이오스, The Deipnosophists, book 1, chapter 39 3:1)
- Τρῶα δὲ πένθος ἄλαστον ἔχε φρένας, οὐδέ τι ᾔδει, ὅππη οἱ φίλον υἱὸν ἀνήρπασε θέσπις ἀέλλα: (Anonymous, Homeric Hymns, 22:2)
(익명 저작, Homeric Hymns, 22:2)
- Θέσπις ὅδε, τραγικὴν ὃς ἀνέπλασε πρῶτος ἀοιδὴν κωμήταις νεαρὰς καινοτομῶν χάριτας, Βάκχος ὅτε τριετῆ ^ κατάγοι χορόν, ᾧ τράγος ἄθλων χὠττικὸς ἦν σύκων ἄρριχος ἆθλον ἔτι. (Unknown, Greek Anthology, Volume II, book 7, chapter 4101)
(작자 미상, Greek Anthology, Volume II, book 7, chapter 4101)
- Ὥσπερ δὲ τὸ παλαιὸν ἐν τῇ τραγῳδίᾳ πρότερον μὲν μόνος ὁ χορὸς διεδραμάτιζεν, ὕστερον δὲ Θέσπις ἕνα ὑποκριτὴν ἐξεῦρεν ὑπὲρ τοῦ διαναπαύεσθαι τὸν χορὸν καὶ δεύτερον Αἰσχύλος, τὸν δὲ τρίτον Σοφοκλῆς καὶ συνεπλήρωσεν τὴν τραγῳδίαν, οὕτως καὶ τῆς φιλοσοφίας ὁ λόγος πρότερον μὲν ἦν μονοειδὴς ὡς ὁ φυσικός, δεύτερον δὲ Σωκράτης προσέθηκε τὸν ἠθικόν, τρίτον δὲ Πλάτων τὸν διαλεκτικὸν καὶ ἐτελεσιούργησε τὴν φιλοσοφίαν. (Diogenes Laertius, Lives of Eminent Philosophers, G, PLATWN 55:1)
(디오게네스 라에르티오스, Lives of Eminent Philosophers, G, PLATWN 55:1)