- 텍스트

Euripides, Ion, episode 5:

(에우리피데스, Ion, episode 5:)

πρῶτον μὲν ὁ θεὸς τῶν ἐμῶν προσφθεγμάτων λαβὼν ἀπαρχὰς χαιρέτω, σύ τ, ὦ γύναι.? μῶν χρόνιος ἐλθών ς ἐξέπληξ ὀρρωδίᾳ· οὐδέν γ: ἀφίκου δ ἐς μέριμναν. ἀλλά μοι λέξον, τί θέσπισμ ἐκ Τροφωνίου φέρεις, παίδων ὅπως νῷν σπέρμα συγκραθήσεται· οὐκ ἠξίωσε τοῦ θεοῦ προλαμβάνειν μαντεύμαθ: ἓν δ οὖν εἶπεν: οὐκ ἄπαιδά με πρὸς οἶκον ἥξειν οὐδὲ σὲ ἐκ χρηστηρίων. ὦ πότνια Φοίβου μῆτερ, εἰ γὰρ αἰσίως ἔλθοιμεν, ἅ τε νῷν συμβόλαια πρόσθεν ἦν ἐς παῖδα τὸν σόν, μεταπέσοι βελτίονα. ἔσται τάδ: ἀλλὰ τίς προφητεύει θεοῦ· ἡμεῖς τά γ ἔξω, τῶν ἔσω δ ἄλλοις μέλει, οἳ πλησίον θάσσουσι τρίποδος, ὦ ξένε, Δελφῶν ἀριστῆς, οὓς ἐκλήρωσεν πάλος. καλῶς: ἔχω δὴ πάνθ ὅσων ἐχρῄζομεν. στείχοιμ ἂν εἴσω: καὶ γάρ, ὡς ἐγὼ κλύω, χρηστήριον πέπτωκε τοῖς ἐπήλυσι κοινὸν πρὸ ναοῦ: βούλομαι δ ἐν ἡμέρᾳ τῇδ - αἰσία γάρ - θεοῦ λαβεῖν μαντεύματα. σὺ δ ἀμφὶ βωμούς, ὦ γύναι, δαφνηφόρους λαβοῦσα κλῶνας, εὐτέκνους εὔχου θεοῖς χρησμούς μ ἐνεγκεῖν ἐξ Ἀπόλλωνος δόμων. ἔσται τάδ, ἔσται. Λοξίας δ ἐὰν θέλῃ νῦν ἀλλὰ τὰς πρὶν ἀναλαβεῖν ἁμαρτίας, ἅπας μὲν οὐ γένοιτ ἂν εἰς ἡμᾶς φίλος, ὅσον δὲ χρῄζει - θεὸς γάρ ἐστι - δέξομαι. τί ποτε λόγοισιν ἡ ξένη πρὸς τὸν θεὸν κρυπτοῖσιν αἰεὶ λοιδοροῦς αἰνίσσεται· ἤτοι φιλοῦσά γ ἧς ὕπερ μαντεύεται, ἢ καί τι σιγῶς ὧν σιωπᾶσθαι χρεών· ἀτὰρ θυγατρὸς τῆς Ἐρεχθέως τί μοι μέλει· προσήκει γ οὐδέν. ἀλλὰ χρυσέαις πρόχοισιν ἐλθὼν εἰς ἀπορραντήρια δρόσον καθήσω. νουθετητέος δέ μοι Φοῖβος, τί πάσχει: παρθένους βίᾳ γαμῶν προδίδωσι· παῖδας ἐκτεκνούμενος λάθρᾳ θνῄσκοντας ἀμελεῖ· μὴ σύ γ: ἀλλ, ἐπεὶ κρατεῖς, ἀρετὰς δίωκε. καὶ γὰρ ὅστις ἂν βροτῶν κακὸς πεφύκῃ, ζημιοῦσιν οἱ θεοί. πῶς οὖν δίκαιον τοὺς νόμους ὑμᾶς βροτοῖς γράψαντας, αὐτοὺς ἀνομίαν ὀφλισκάνειν· εἰ δ - οὐ γὰρ ἔσται, τῷ λόγῳ δὲ χρήσομαι - δίκας βιαίων δώσετ ἀνθρώποις γάμων, σὺ καὶ Ποσειδῶν Ζεύς θ ὃς οὐρανοῦ κρατεῖ, ναοὺς τίνοντες ἀδικίας κενώσετε. τὰς ἡδονὰς γὰρ τῆς προμηθίας πάρος σπεύδοντες ἀδικεῖτ. οὐκέτ ἀνθρώπους κακῶς λέγειν δίκαιον, εἰ τὰ τῶν θεῶν καλὰ μιμούμεθ, ἀλλὰ τοὺς διδάσκοντας τάδε.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION