- καὶ ἔστιν Στενότατον ταύτῃ τὸ στόμα τοῦ Πόντου καλούμενον, καθ᾿ ὅ τι ἐσβάλλει ἐς τὴν Προποντίδα. (Arrian, Periplus Ponti Euxini, chapter 12 3:3)
(아리아노스, Periplus Ponti Euxini, chapter 12 3:3)
- οὐ μὴν ἀλλὰ Κόττας ὁ συνάρχων αὐτοῦ πολλὰ λιπαρήσας τὴν σύγκλητον ἀπεστάλη μετὰ νεῶν τὴν Προποντίδα φυλάξων καὶ προπολεμήσων Βιθυνίας. (Plutarch, Lucullus, chapter 6 5:1)
(플루타르코스, Lucullus, chapter 6 5:1)
- λίμνας τ ἔκτοθεν αἳ κατὰ χέρσον ἐληλαμέναι πέρι πύργον τοῦδ ἄνακτος ἀιόν, Ἕλλας τ ἀμφὶ πόρον πλατὺν εὐχόμεναι, μυχία τε Προποντίς, καὶ στόμωμα Πόντου: (Aeschylus, Persians, choral, antistrophe 21)
(아이스킬로스, 페르시아인들, choral, antistrophe 21)
- ἡ δὲ ἑτέρα καλουμένη Ὠκυπέτη, ὡς δὲ ἔνιοι Ὠκυθόη Ἡσίοδος δὲ λέγει αὐτὴν Ὠκυπόδην, αὕτη κατὰ τὴν Προποντίδα φεύγουσα μέχρις Ἐχινάδων ἦλθε νήσων, αἳ νῦν ἀπ ἐκείνης Στροφάδες καλοῦνται: (Apollodorus, Library and Epitome, book 1, chapter 9 21:12)
(아폴로도로스, Library and Epitome, book 1, chapter 9 21:12)
- Ἔστι δέ τις αἰπεῖα Προποντίδος ἔνδοθι νῆσος τυτθὸν ἀπὸ Φρυγίης πολυληίου ἠπείροιο εἰς ἅλα κεκλιμένη, ὅσσον τ ἐπιμύρεται ἰσθμὸς χέρσῳ ἐπιπρηνὴς καταειμένος: (Apollodorus, Argonautica, book 1 16:26)
(아폴로도로스, 아르고나우티카, book 1 16:26)
- ἡ δὲ Προποντὶς ἐοῦσα εὖρος μὲν σταδίων πεντακοσίων, μῆκος δὲ τετρακοσίων καὶ χιλίων, καταδιδοῖ ἐς τὸν Ἑλλήσποντον ἐόντα στεινότητα μὲν ἑπτὰ σταδίους, μῆκος δὲ τετρακοσίους. (Herodotus, The Histories, book 4, chapter 85 4:1)
(헤로도토스, The Histories, book 4, chapter 85 4:1)
- ἡ δὲ Προποντὶς χιλίων καὶ πεντακοσίων λέγεται τὸ μῆκος σταδίων τὸ ἀπὸ τῆς Τρῳάδος ἐπὶ τὸ Βυζάντιον: (Strabo, Geography, book 2, chapter 5 46:4)
(스트라본, 지리학, book 2, chapter 5 46:4)
- τούτου δὴ τοῦ πελάγους τὸ πρὸς τῇ Κιλικίᾳ καὶ Παμφυλίᾳ καὶ τοῦ Ποντικοῦ τὰ καλούμενα δεξιὰ μέρη καὶ ἡ Προποντὶς καὶ ἡ ἐφεξῆς παραλία μέχρι Παμφυλίας ποιεῖ τινα χερρόνησον μεγάλην καὶ μέγαν ταύτης ἰσθμόν, τὸν ἀπὸ τῆς πρὸς Ταρσῷ θαλάττης ἐπὶ πόλιν Ἀμισὸν καὶ τὸ τῶν Ἀμαζόνων πεδίον τὴν Θεμίσκυραν. (Strabo, Geography, book 2, chapter 5 48:6)
(스트라본, 지리학, book 2, chapter 5 48:6)
- τὴν δὲ Βιθυνίαν ἀπὸ μὲν τῆς ἀνατολῆς ὁρίζουσι Παφλαγόνες τε καὶ Μαριανδυνοὶ καὶ τῶν Ἐπικτήτων τινές, ἀπὸ δὲ τῶν ἄρκτων ἡ Ποντικὴ θάλαττα ἡ ἀπὸ τῶν ἐκβολῶν τοῦ Σαγγαρίου μέχρι τοῦ στόματος τοῦ κατὰ Βυζάντιον καὶ Χαλκηδόνα, ἀπὸ δὲ δύσεως ἡ Προποντίς, πρὸς νότον δ ἥ τε Μυσία καὶ ἡ ἐπίκτητος καλουμένη Φρυγία, ἡ δ αὐτὴ καὶ Ἑλλησποντιακὴ Φρυγία καλουμένη. (Strabo, Geography, Book 12, chapter 4 1:1)
(스트라본, 지리학, Book 12, chapter 4 1:1)