- ὡς ἡδὺ τὸ μέλος ὦ πότνιαι Γενετυλλίδες καὶ θηλυδριῶδες καὶ κατεγλωττισμένον καὶ μανδαλωτόν, ὥστ ἐμοῦ γ ἀκροωμένου ὑπὸ τὴν ἕδραν αὐτὴν ὑπῆλθε γάργαλος. (Aristophanes, Thesmophoriazusae, Prologue, iambics1)
(아리스토파네스, Thesmophoriazusae, Prologue, iambics1)
- ὦ πότνιαι Μοῖραι τί τόδε δέρκομαι νεοχμὸν αὖ τέρας· (Aristophanes, Thesmophoriazusae, Choral, lyric2)
(아리스토파네스, Thesmophoriazusae, Choral, lyric2)
- ἥκετ εὔφρονες ἵλαοι, πότνιαι, ἄλσος ἐς ὑμέτερον, οὗ δὴ ἀνδράσιν οὐ θέμις εἰσορᾶν ὄργια σεμνὰ θεοῖν, ἵνα λαμπάσι φαίνετον ἄμβροτον ὄψιν. (Aristophanes, Thesmophoriazusae, Choral, strophe 21)
(아리스토파네스, Thesmophoriazusae, Choral, strophe 21)
- μήποτε μήποτέ μ, ὦ <πότνιαι> Μοῖραι, λεχέων Διὸς εὐνά- τειραν ἴδοισθε πέλουσαν: (Aeschylus, Prometheus Bound, choral, antistrophe 11)
(아이스킬로스, 결박된 프로메테우스, choral, antistrophe 11)
- ὦ πότνιαι δεινῶπες, εὖτε νῦν ἕδρας πρώτων ἐφ ὑμῶν τῆσδε γῆς ἔκαμψ ἐγώ, Φοίβῳ τε κἀμοὶ μὴ γένησθ ἀγνώμονες, ὅς μοι, τὰ πόλλ ἐκεῖν ὅτ ἐξέχρη κακά, ταύτην ἔλεξε παῦλαν ἐν χρόνῳ μακρῷ, ἐλθόντι χώραν τερμίαν, ὅπου θεῶν σεμνῶν ἕδραν λάβοιμι καὶ ξενόστασιν, ἐνταῦθα κάμψειν τὸν ταλαίπωρον βίον, κέρδη μὲν οἰκήσαντα τοῖς δεδεγμένοις, ἄτην δὲ τοῖς πέμψασιν, οἵ μ ἀπήλασαν: (Sophocles, Oedipus at Colonus, episode 3:6)
(소포클레스, Oedipus at Colonus, episode 3:6)