- Νηρῆος δ ἐγένοντο μεγήρατα τέκνα θεάων πόντῳ ἐν ἀτρυγέτῳ καὶ Δωρίδος ἠυκόμοιο, κούρης Ὠκεανοῖο, τελήεντος ποταμοῖο, Πλωτώ τ Εὐκράντη τε Σαώ τ Ἀμφιτρίτη τε Εὐδώρη τε Θέτις τε Γαλήνη τε Γλαύκη τε Κυμοθόη Σπειώ τε Θόη θ Ἀλίη τ ἐρόεσσα Πασιθέη τ Ἐρατώ τε καὶ Εὐνίκη ῥοδόπηχυς καὶ Μελίτη χαρίεσσα καὶ Εὐλιμένη καὶ Ἀγαυὴ Δωτώ τε Πρωτώ τε Φέρουσά τε Δυναμένη τε Νησαίη τε καὶ Ἀκταίη καὶ Πρωτομέδεια Δωρὶς καὶ Πανόπεια καὶ εὐειδὴς Γαλάτεια Ἱπποθόη τ ἐρόεσσα καὶ Ἱππονόη ῥοδόπηχυς Κυμοδόκη θ, ἣ κύματ ἐν ἠεροειδέι πόντῳ πνοιάς τε ζαέων ἀνέμων σὺν Κυματολήγῃ ῥεῖα πρηΰνει καὶ ἐυσφύρῳ Ἀμφιτρίτῃ, Κυμώ τ Ηιὄνη τε ἐυστέφανός θ Ἁλιμήδη Γλαυκονόμη τε φιλομμειδὴς καὶ Ποντοπόρεια Ληαγόρη τε καὶ Εὐαγόρη καὶ Λαομέδεια Πουλυνόη τε καὶ Αὐτονόη καὶ Λυσιάνασσα Εὐάρνη τε φυήν τ ἐρατὴ καὶ εἶδος ἄμωμος καὶ Ψαμάθη χαρίεσσα δέμας δίη τε Μενίππη Νησώ τ Εὐπόμπη τε Θεμιστώ τε Προνόη τε Νημερτής θ, ἣ πατρὸς ἔχει νόον ἀθανάτοιο. (Hesiod, Theogony, Book Th. 28:1)
(헤시오도스, 신들의 계보, Book Th. 28:1)
- ἢ Δωρίδος ὁρ´μον αἰάς· (Euripides, Hecuba, choral, strophe 13)
(에우리피데스, Hecuba, choral, strophe 13)
- δοῦλαι γὰρ δὴ Δωρίδος ἐσμὲν χθονὸς ἤδη. (Euripides, The Trojan Women, episode, anapests4)
(에우리피데스, The Trojan Women, episode, anapests4)
- ὁ δὲ καλάμινος αὐλὸς τιτύρινος καλεῖται παρὰ τοῖς ἐν Ἰταλίᾳ Δωριεῦσιν, ὡς Ἀρτεμίδωρος ἱστορεῖ ὁ Ἀριστοφάνειος ἐν β περὶ Δωρίδος. (Athenaeus, The Deipnosophists, Book 4, book 4, chapter 802)
(아테나이오스, The Deipnosophists, Book 4, book 4, chapter 802)
- υἱὸν ἑαυτὸν ὠνόμασεν, ἐπιγράψας Δωρίδος ἐκ μητρὸς Φοίβου κοινώμασι βλαστών. (Plutarch, De Alexandri magni fortuna aut virtute, chapter 2, section 5 14:2)
(플루타르코스, De Alexandri magni fortuna aut virtute, chapter 2, section 5 14:2)