- τὰ γὰρ ὕστερον μᾶλλον ὄντα δῆλα καὶ καταφανῆ δεικνύει τὴν τῆς Τύχης εὐμένειαν, ᾗ ἔγωγε τίθεμαι καὶ τὴν Ἀλεξάνδρου τελευτήν, ἀνδρὸς εὐτυχήμασι μεγάλοις καὶ κατορθώμασι λαμπροῖς ὑπὸ θάρσους ἀμάχου καὶ φρονήματος ὥσπερ ἄστρου φερομένου καὶ διᾴττοντος ἐπὶ δυσμὰς ἐξ ἀνατολῶν καὶ βάλλοντος ἤδη τὰς τῶν ὅπλων αὐγὰς εἰς τὴν Ἰταλίαν, ὡς πρόφασις μὲν ἦν αὐτῷ τῆς στρατείας ὁ Μολοττὸς Ἀλέξανδρος ὑπὸ Βρεττίων καὶ Λευκανῶν περὶ Πανδοσίαν κατακεκομμένος: (Plutarch, De fortuna Romanorum, section 132)
(플루타르코스, De fortuna Romanorum, section 132)
- τὴν Ἰταλίαν, ὡς πρόφασις μὲν ἦν αὐτῷ τῆς στρατείας ὁ Μολοττὸς Ἀλέξανδρος ὑπὸ Βρεττίων καὶ Λευκανῶν περὶ Πανδοσίαν κατακεκομμένος: (Plutarch, De fortuna Romanorum, section 13 3:2)
(플루타르코스, De fortuna Romanorum, section 13 3:2)
- ἐν δὲ Βρεττίοις λέγεται καὶ προγράψαι τινὰ οὐ Σύλλα κελεύσαντος, ἀλλ ἐπὶ χρηματισμῷ, δι ὃ καὶ Σύλλαν καταγνόντα πρὸς μηθὲν ἔτι χρῆσθαι δημόσιον αὐτῷ. (Plutarch, chapter 6 7:1)
(플루타르코스, chapter 6 7:1)
- Ιὄνιον δ ἀνὰ κῦμα φέρων Γαδειρόθεν ἄξει Βρέττιος ἢ Καμπανὸς ἢ ἐκ ζαθέοιο Τάραντος ὀρκύνοιο τρίγωνα, τά τ ἐν στάμνοισι τεθέντα ἀμφαλλὰξ δείπνοισιν ἐνὶ πρώτοισιν ὀπηδεῖ. (Athenaeus, The Deipnosophists, Book 3, book 3, chapter 84 2:1)
(아테나이오스, The Deipnosophists, Book 3, book 3, chapter 84 2:1)
- ταῦτα τὰ ἔπη ἐμοὶ μὲν δοκεῖ τινος μαγείρου εἶναι μᾶλλον ἢ τοῦ μουσικωτάτου Ἡσιόδου, πόθεν γὰρ εἰδέναι δύναται Πάριον ἢ Βυζάντιον, ἔτι δὲ Τάραντα καὶ Βρεττίους καὶ Καμπανοὺς πολλοῖς ἔτεσι τούτων πρεσβύτερος ὤν· (Athenaeus, The Deipnosophists, Book 3, book 3, chapter 84 2:2)
(아테나이오스, The Deipnosophists, Book 3, book 3, chapter 84 2:2)
- τὴν δὲ Ταραντίνων πόλιν ἔσχεν ἑαλωκυῖαν ἐκ προδοσίας τὸν τρόπον τοῦτον, ἐστρατεύετο παρ αὐτῷ νεανίας Ταραντῖνος ἔχων ἀδελφήν πιστῶς πάνυ καὶ φιλοστόργως διακειμένην πρὸς αὐτόν, ἤρα δὲ ταύτης ἀνὴρ Βρέττιος τῶν τεταγμένων ὑπ Ἀννίβου τὴν πόλιν φρουρεῖν ἐφ ἡγεμονίας, τοῦτο πράξεως ἐλπίδα τῷ Ταραντίνῳ παρέσχε, καὶ τοῦ Φαβίου συνειδότος εἰς τὴν πόλιν ἀφείθη, λόγῳ δ ἀποδεδράκει πρὸς τὴν ἀδελφήν εἰς Τάραντα. (Plutarch, Fabius Maximus, chapter 21 1:1)
(플루타르코스, Fabius Maximus, chapter 21 1:1)
- ἔνιοι δὲ τὴν ἄνθρωπον ὑφ ἧς ὁ Βρέττιος μετήχθη, φασὶν οὐ Ταραντίνην, ἀλλὰ Βρεττίαν τὸ γένος οὖσαν, τῷ δὲ Φαβίῳ παλλακευομένην, ὡς ᾔσθετο πολίτην καὶ γνώριμον ὄντα τὸν τῶν Βρεττίων ἄρχοντα, τῷ τε Φαβίῳ φράσαι καὶ συνελθοῦσαν εἰς λόγους ὑπὸ τὸ τεῖχος ἐκπεῖσαι καὶ κατεργάσασθαι τὸν ἄνθρωπον. (Plutarch, Fabius Maximus, chapter 21 4:2)
(플루타르코스, Fabius Maximus, chapter 21 4:2)
- εὐθὺς γὰρ ἐκεῖ διώκων ὁ Ἀννίβας ἐρρύη μετὰ τῆς δυνάμεως, ἡμέρᾳ δ ἕκτῃ τοὺς Ταραντίνους τοῦ Φαβίου περιστρατοπεδεύσαντος, ὁ προδιειλεγμένος τῷ Βρεττίῳ μετὰ τῆς ἀδελφῆς νεανίσκος ἧκε νύκτωρ πρὸς αὐτόν, εἰδὼς ἀκριβῶς καὶ καθεωρακὼς τὸν τόπον ἐφ οὗ παραφυλάττων ὁ Βρέττιος ἔμελλεν ἐνδώσειν καὶ παρήσειν τοῖς προσβάλλουσιν. (Plutarch, Fabius Maximus, chapter 22 2:3)
(플루타르코스, Fabius Maximus, chapter 22 2:3)
- οὐ μὴν ἁπλῶς γε τῆς προδοσίας ἐξήρτησεν ὁ Φάβιος τὴν πρᾶξιν, ἀλλ αὐτὸς μὲν ἐκεῖσε παρελθὼν ἡσυχίαν ἦγεν, ἡ δ ἄλλη στρατιὰ προσέβαλλε τοῖς τείχεσιν ἔκ τε γῆς καὶ θαλάττης ἅμα, ποιοῦσα πολλὴν κραυγὴν καὶ θόρυβον, ἄχρι οὗ τῶν πλείστων Ταραντίνων ἐκεῖ βοηθούντων καὶ συμφερομένων τοῖς τειχομαχοῦσιν ἐσήμηνε τῷ Φαβίῳ τὸν καιρὸν ὁ Βρέττιος, καὶ διὰ κλιμάκων ἀναβὰς ἐκράτησε τῆς πόλεως. (Plutarch, Fabius Maximus, chapter 22 3:1)
(플루타르코스, Fabius Maximus, chapter 22 3:1)