- εἰ δὲ τότε Πορσίνας τις ἐπέβρισε Τυρρηνικὸν χάρακα καὶ στρατόπεδον παραστήσας τείχεσιν ὑγροῖς ἔτι καὶ κραδαινομένοις ἤ τις ἐκ Μαρσῶν ἀποστὰς ἀρειμάνιος δυνάστης ἢ Λευκανὸς ὑπὸ φθόνου καὶ φιλονεικίας, ἀνὴρ δύσερις καὶ πολεμοποιός, οἱο῀ς ὕστερον Μουτίλος ἢ Σίλων ὁ θρασὺς ἢ τὸ ἔσχατον Σύλλα πάλαισμα Τελεσῖνος, ὡς ἀφ ἑνὸς συνθήματος ὅλην ἐξοπλίζων τὴν Ἰταλίαν, τὸν φιλόσοφον Νομᾶν περιεσάλπιζε θύοντα καὶ προσευχόμενον, οὐκ ἂν ἀντέσχον αἱ πρῶται τῆς πόλεως ἀρχαὶ πρὸς σάλον καὶ κλύδωνα τοσοῦτον οὐδ εἰς εὐανδρίαν καὶ πλῆθος ἐπέδωκαν: (Plutarch, De fortuna Romanorum, section 9 4:1)
(플루타르코스, De fortuna Romanorum, section 9 4:1)
- οὐ πολὺν δὲ χρόνον ἐνταῦθα παρέμεινεν, ἀλλὰ στασιάσας τῷ Μετέλλῳ πρὸς Σύλλαν ἀπῆρε, και συνὴν ἐν τοῖς μάλιστα τιμώμενος, ἐπεὶ δὲ διαβὰς εἰς Ἰταλίαν ὁ Σύλλας πάντας ἐβούλετο τοὺς σὺν αὐτῷ νέους ἔχειν ἐνεργοὺς καὶ πρὸς ἄλλην ἄλλον ἔταττε πρᾶξιν, ἀποστελλόμενος εἰς Μαρσοὺς ἐπὶ στρατιὰν ὁ Κράσσος ᾔτει φύλακας: (Plutarch, chapter 6 2:1)
(플루타르코스, chapter 6 2:1)
- καὶ θαῦμα μὲν τοῦτο πολλοῖς ἂν εἶναι δόξειε τὰ εἰκότα λογισαμένοις, πῶς οὐχ ἅπασα ἐξεβαρβαρώθη Ὀπικούς τε ὑποδεξαμένη καὶ Μαρσοὺς καὶ: (Dionysius of Halicarnassus, Antiquitates Romanae, book 1, chapter 89 4:2)
(디오니시오스, Antiquitates Romanae, book 1, chapter 89 4:2)
- ὡς Ῥωμαῖοι Μαρσοῖς μὲν πολεμουμένοις ὑπὸ Σαμνιτῶν ἐβοήθησαν, ἐν δὲ τῇ Τυρρηνίᾳ Κάπριον ἐξεπολιόρκησαν. (Diodorus Siculus, Bibliotheca Historica, Books XVIII-XX, book 20, chapter pr37)
(디오도로스 시켈로스, Bibliotheca Historica, Books XVIII-XX, book 20, chapter pr37)
- κατὰ δὲ τὴν Ἰταλίαν οἱ τῶν Ῥωμαίων ὕπατοι, Μαρσοῖς πολεμουμένοις ὑπὸ Σαμνιτῶν βοηθήσαντες, τῇ τε μάχῃ προετέρησαν καὶ συχνοὺς τῶν πολεμίων ἀνεῖλον. (Diodorus Siculus, Bibliotheca Historica, Books XVIII-XX, book 20, chapter 44 8:1)
(디오도로스 시켈로스, Bibliotheca Historica, Books XVIII-XX, book 20, chapter 44 8:1)
- ὁ δὲ τεμὼν ἐπικατέσφαξεν ἑαυτόν, διεχρήσατο δὲ καὶ Μάρσος ἑαυτόν. (Appian, The Civil Wars, book 4, chapter 8 6:5)
(아피아노스, The Civil Wars, book 4, chapter 8 6:5)
- καὶ μετ οὐ πολὺ Πετρώνιον μὲν Μάρσος διεδέξατο καὶ διεῖπε Συρίαν. (Flavius Josephus, Antiquitates Judaicae, Book 19 364:2)
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 19 364:2)
- Τὰ δὲ τῶν Ιἑροσολύμων τείχη τὰ πρὸς τὴν καινὴν νεύοντα πόλιν δημοσίαις ὠχύρου δαπάναις, τῇ μὲν εὐρύνων εἰς πλάτος τῇ δὲ εἰς ὕψος ἐξαίρων, κἂν ἐξειργάσατο ταῦτα πάσης ἀνθρωπίνης κρείττονα βίας, εἰ μὴ Μάρσος ὁ τῆς Συρίας ἡγεμὼν Κλαυδίῳ Καίσαρι διὰ γραμμάτων ἐδήλωσε τὸ πραττόμενον. (Flavius Josephus, Antiquitates Judaicae, Book 19 377:1)
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 19 377:1)
- ἀλλὰ γὰρ τούτων διατριβόντων ἔτι παρ αὐτῷ Μάρσος ὁ τῆς Συρίας ἡγεμὼν παρεγένετο. (Flavius Josephus, Antiquitates Judaicae, Book 19 396:1)
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 19 396:1)