- Greek-English Dictionary

Ancient Greek-English Dictionary Language

Σπάρτακος?

Second declension Noun; Masculine Transliteration: Spartakos

Principal Part: Σπάρτακος Σπαρτάκου

Structure: Σπαρτακ (Stem) + ος (Ending)

Sense

  1. Spartacus

Declension

Second declension

The inflection forms above were generated by rules and some usages of them were not attested.

Due to a bug of system, some forms may display wrong accents.

Examples

  • "καὶ Σπάρτακος δὲ ὁ μονομάχος ἐκ Καπύης πόλεως Ἰταλικῆς ἀποδρὰς κατὰ τὰ Μιθριδατικὰ πολὺ πλῆθος ἀποστήσας οἰκετῶν ἦν δὲ καὶ αὐτὸς οἰκέτης, Θρᾲξ γένος κατέδραμε πᾶσαν Ἰταλίαν χρόνον οὐκ ὀλίγον πολλῶν δούλων καθ ἑκάστην ἡμέραν συρρεόντων ὡς αὐτὸν καὶ εἰ μὴ ἀπέθανεν ἐν τῇ πρὸς Λικίννιον Κράσσον παρατάξει, οὐ τὸν τυχόντα ἂν ἱδρῶτα τοῖς ἡμεδαποῖς παρεσχήκει, ὡς ὁ κατὰ τὴν Σικελίαν Εὔνους. (Athenaeus, The Deipnosophists, Book 6, book 6, chapter 1048)
  • καὶ τόπον τινὰ καρτερὸν καταλαβόντες ἡγεμόνας εἵλοντο τρεῖς, ὧν πρῶτος ἦν Σπάρτακος, ἀνὴρ Θρᾷξ τοῦ Νομαδικοῦ γένους, οὐ μόνον φρόνημα μέγα καὶ ῥώμην ἔχων, ἀλλὰ καὶ συνέσει καὶ πρᾳότητι τῆς τύχης ἀμείνων καὶ τοῦ γένους Ἑλληνικώτερος, τούτῳ δὲ λέγουσιν, ὅτε πρῶτον εἰς Ῥώμην ὤνιος ἤχθη, δράκοντα κοιμωμένῳ περιπεπλεγμένον φανῆναι περὶ τὸ πρόσωπον, ἡ γυνὴ δ ὁμόφυλος οὖσα τοῦ Σπαρτάκου, μαντικὴ δὲ καὶ κάτοχος τοῖς περὶ τὸν Διόνυσον ὀργιασμοῖς, ἔφραζε τὸ σημεῖον εἶναι μεγάλης καὶ φοβερᾶς περὶ αὐτὸν εἰς εὐτυχὲς τέλος ἐσομένης δυνάμεως: (Plutarch, chapter 8 2:1)
  • ἔπειτα σύμβουλον αὐτῷ Καὶ συνάρχοντα Κοσσίνιον ἀποσταλέντα μετὰ πολλῆς δυνάμεως ἐπιτηρήσας ὁ Σπάρτακος λουόμενον περὶ Σαλίνας, μικρὸν ἐδέησε συναρπάσαι. (Plutarch, chapter 9 4:2)
  • οὐκέτ οὖν τὸ παρ ἀξίαν Καὶ τὸ αἰσχρὸν ἠνώχλει τῆς ἀποστάσεως τὴν σύγκλητον, ἀλλὰ δὴ διὰ φόβον τε καὶ κίνδυνον ὡς πρὸς ἕνα τῶν δυσκολωτάτων πολέμων Καὶ μεγίστων ἀμφοτέρους ἐξέπεμπον τούς ὑπάτους, ὧν Γέλλιος μὲν τὸ Γερμανικόν ὕβρει Καὶ φρονήματι τῶν Σπαρτακείων ἀποσχισθέν ἐξαίφνης ἐμπεσὼν ἅπαν διέφθειρε, Λέντλου δὲ τὸν Σπάρτακον μεγάλοις στρατοπέδοις περιλαβόντος ὁρμήσας ὁμόσε Καὶ μάχην συνάψας ἐκράτησε μὲν τῶν πρεσβευτῶν, ἔλαβε δὲ τὴν ἀποσκευὴν ἅπασαν, ὠθουμένῳ δ αὐτῷ πρὸς τὰς Ἄλπεις Κάσσιος ὁ τῆς περὶ Πάδον Γαλατίας στρατηγὸς ἔχων μυρίους ἀπήντησε: (Plutarch, chapter 9 6:2)
  • ὁ δὲ Σπάρτακος ὑπεξεχώρει διὰ Λευκανίας εἰς τὴν θάλασσαν ἐν δὲ πορθμῷ λῃστρίσι Κιλίσσαις ἐπιτυχὼν ὡρ´μησεν ἅψασθαι Σικελίας καὶ δισχιλίους ἄνδρας ἐμβαλὼν εἰς τὴν νῆσον αὖθις ἐκζωπυρῆσαι τὸν δουλικὸν ἐκεῖ πόλεμον, οὔπω πολὺν χρόνον ἀπεσβηκότα καὶ μικρῶν πάλιν ὑπεκκαυμάτων δεόμενον. (Plutarch, chapter 10 3:3)
  • ὧν ὁ Σπάρτακος ἡμέλει καὶ κατεφρόνει τὸ πρῶτον ὡς δὲ τῆς λείας ἐπιλειπούσης προϊέναι βουλόμενος συνεῖδε τὸν ἀποτειχισμόν καὶ λαμβάνειν οὐδὲν ἦν ἐκ τῆς χερρονήσου, νύκτα νιφετώδη καὶ πνεῦμα τι χειμέριον παραφυλάξας ἔχωσε τῆς τάφρου μέρος οὐ πολὺ γῇ καὶ ὕλῃ καὶ κλάδοις δένδρων, ὥστε τῆς στρατιᾶς περαιῶσαι τὸ τρίτον. (Plutarch, chapter 10 6:1)

Related

명사

형용사

동사

Source: Ancient Greek entries from Wiktionary

Find this word at Wiktionary

SEARCH

MENU NAVIGATION