- 그-한 사전

헬라어(고대 그리스어, 희랍어)-한국어-영어 사전 Language

Φαλερίος?

2군 변화 명사; 남성 로마알파벳 전사: Phalerios 고전 발음: [팔레리오] 신약 발음: [팔래리오]

기본형: Φαλερίος Φαλερίου

형태분석: Φαλερι (어간) + ος (어미)

  1. one of the Falerii; a Faliscan

곡용 정보

2군 변화

위에 제시된 변화형은 규칙에 따라 생성된 것이며 일부 형태는 실제 사용여부가 입증되지 않았으니, 참고용으로만 사용하시길 바랍니다.

현재 일부 변화형의 강세가 잘못 표기되는 오류가 있어 수정 중에 있으니 유의하시길 바랍니다.

예문

  • ἔπραξε δὲ περὶ τὴν πολιορκίαν οὐδὲν ἐν ἐκείνῳ τῷ χρόνῳ, λαχὼν Φαλερίοις καὶ Καπηνάταις πολεμεῖν, οἳ δι ἀσχολίαν τότε πολλὰ τὴν χώραν καθυβρίσαντες καὶ παρὰ πάντα τὸν Τυρρηνικὸν πόλεμον ἐνοχλήσαντες ἐπιέσθησαν ὑπὸ τοῦ Καμίλλου καὶ συνεστάλησαν εἰς τὰ τείχη πολλοὺς ἀποβαλόντες. (Plutarch, Camillus, chapter 2 6:1)

    (플루타르코스, Camillus, chapter 2 6:1)

  • καὶ πόλιν ἐρυμνὴν κατεσκευασμένην πᾶσιν εἰς πόλεμον καλῶς Φαλερίους ἐπολιόρκει, τὸ μὲν ἑλεῖν οὐ μικρὸν ἔργον οὐδὲ χρόνου τοῦ τυχόντος ἡγούμενος, ἄλλως δὲ τρίβειν τοὺς πολίτας καὶ περισπᾶν βουλόμενος, ὡς μὴ σχολάζοιεν οἴκοι καθήμενοι δημαγωγεῖσθαι καὶ στασιάζειν. (Plutarch, Camillus, chapter 9 2:1)

    (플루타르코스, Camillus, chapter 9 2:1)

  • οὗτος οὖν ὁ διδάσκαλος ἐπιβουλεύων τοῖς Φαλερίοις διὰ τῶν παίδων ἐξῆγεν αὐτοὺς ἡμέρας ἑκάστης ὑπὸ τὸ τεῖχος ἐγγὺς τὸ πρῶτον, εἶτ ἀπῆγεν αὖθις εἴσω γυμνασαμένους, ἐκ δὲ τούτου κατὰ μικρὸν ὑπάγων εἴθισε θαρρεῖν ὡς πολλῆς οὔσης ἀδείας, καὶ τέλος ἔχων ἅπαντας εἰς τοὺς προφύλακας τῶν Ῥωμαίων ἐνέβαλε καὶ παρέδωκεν, ἄγειν κελεύσας πρὸς τὸν Κάμιλλον. (Plutarch, Camillus, chapter 10 2:1)

    (플루타르코스, Camillus, chapter 10 2:1)

  • ἄρτι δὲ τῶν Φαλερίων ᾐσθημένων τὴν τοῦ διδασκάλου προδοσίαν καὶ τὴν μέν πόλιν, οἱο῀ν εἰκὸς, ἐπὶ συμφορᾷ τηλικαύτῃ θρήνου κατέχοντος, ἀνδρῶν δ ὁμοῦ καὶ γυναικῶν ἐπὶ τὰ τείχη καὶ τὰς πύλας σὺν οὐδενὶ λογισμῷ φερομένων, προσῆγον οἱ παῖδες τὸν διδάσκαλον γυμνὸν καὶ δεδεμένον προπηλακίζοντες, τὸν δὲ Κάμιλλον σωτῆρα καὶ πατέρα καὶ θεὸν ἀνακαλοῦντες, ὥστε μὴ μόνον τοῖς γονεῦσι τῶν παίδων, ἀλλὰ καὶ τοῖς ἄλλοις πολίταις ταῦθ ὁρῶσι θαῦμα τε καὶ πόθον ἐμπεσεῖν τῆς τοῦ Καμίλλου δικαιοσύνης. (Plutarch, Camillus, chapter 10 5:1)

    (플루타르코스, Camillus, chapter 10 5:1)

  • ἀποδούσης δὲ τῆς βουλῆς πάλιν ἐκείνῳ τὸ κρῖναι καὶ διαιτῆσαι ταῦτα, χρήματα λαβὼν παρὰ τῶν Φαλερίων καὶ φιλίαν πρὸς ἅπαντας Φαλίσκους θέμενος ἀνεχώρησεν. (Plutarch, Camillus, chapter 10 7:2)

    (플루타르코스, Camillus, chapter 10 7:2)

관련어

명사

형용사

동사

출처: Wiktionary 고전 그리스어 단어 목록

이 단어를 Wiktionary에서 찾기

SEARCH

MENU NAVIGATION