호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εὐτυχίᾳ δὲ καὶ ῥώμῃ τῶν παρόντων ἐπαιρόμενοσ, καὶ διώκων τὰσ ἐλπίδασ ἐφ’ αἷσ ἀπ’ ἀρχῆσ ἔπλευσε, πρώτησ δὲ Λιβύησ ἐφιέμενοσ καὶ ναῦσ ἔχων πολλὰσ πληρωμάτων ἐπιδεεῖσ ἤγειρεν ἐρέτασ, οὐκ ἐπιεικῶσ ἐντυγχάνων οὐδὲ πράωσ ταῖσ πόλεσιν, ἀλλὰ δεσποτικῶσ καὶ πρὸσ ὀργὴν βιαζόμενοσ καὶ κολάζων, οὐκ εὐθὺσ ὢν οὐδὲ ἐν ἀρχῇ τοιοῦτοσ, ἀλλὰ καὶ μᾶλλον ἑτέρων τῷ πρὸσ χάριν ὁμιλεῖν καὶ πάντα πιστεύειν καὶ μηδὲν ἐνοχλεῖν ὑπαγόμενοσ, εἶτα γινόμενοσ ἐκ δημαγωγοῦ τύραννοσ ἀχαριστίασ τῇ χαλεπότητι καὶ ἀπιστίασ προσωφλίσκανε δόξαν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기