호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ γὰρ ἂν εἰή τῶν ἀτόπων τοὺσ μὲν ἐν τῷ πολέμῳ τετελευτηκότασ αὐτούσ τε καθ’ ἕκαστον ἐνιαυτὸν λόγοισ ἐπιταφίοισ τιμᾶν τούσ τε παῖδασ αὐτῶν δημοσίᾳ μάλιστα τρέφειν, ἑώσ ἂν ηὐξηκότεσ εἰσ ἥβην ἀναχωρήσωσιν οἴκαδε μετὰ τῶν πανοπλιῶν· τὸν δ’ ὑπὲρ ἡμῶν καὶ ζῶντα καὶ μέχρι θανάτου κεκινδυνευκότα πολλάκισ καὶ τὴν τελευτὴν τῆσ προαιρέσεωσ ἀξίαν ἐπιθέντα τῷ βίῳ, αὐτόν τε δή που καὶ τοὺσ υἱεῖσ οὐχ ὅσον τῶν ἴσων ἀξιοῦν ἐκείνοισ ἐθέλειν, ἀλλὰ καὶ τῶν δοθέντων ἀποστερεῖν, καὶ τοὺσ μὲν οὐκ ὀλιγάκισ ἐν ταῖσ μάχαισ ὑπ’ αὐτοῦ πεπονθότασ κακῶσ οὕτω καὶ πάλαι καὶ νῦν ἄνδρα ἀγαθὸν τοῦτον ἡγεῖσθαι καὶ διαφερόντωσ τιμᾶν, ὡσ καὶ συνήδεσθαι μὲν τούτῳ τῶν ἔργων καὶ τῆσ ὑπερφυοῦσ εὐψυχίασ, σφίσι δ’ αὐτοῖσ τὸ τοιούτου δή τινοσ εὐτυχηκέναι πολίτου συνεύχεσθαι, ἡμᾶσ δ’ ὑπὲρ ὧν οὕτω λαμπρῶσ παρετάξατο, καὶ οὓσ μεγάλοισ καὶ θαυμαστοῖσ ἤγαλε τοῖσ τροπαίοισ, καὶ τὴν ὑπάρχουσαν δόξαν αὐτῷ διαφθείρειν τῷ τοῖσ υἱέσιν ἐπηρεάζειν, ὥσπερ ἤτοι μηδ’ ὁτιοῦν ἐκείνου τὴν πόλιν χρηστὸν ἢ τὰ πάντων αἴσχιστα εἰργασμένου.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기