- 텍스트

Aristides, Aelius, Orationes, Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας? 50:

(아리스티데스, 아일리오스, 연설, Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας 50:)

ἐπεὶ μηδὲ νόμον μᾶλλον ἐροῦμεν τὸν τοῖς προδόταις ἐπεξιόντα ἢ τὸν παρὰ τῶν τοιχωρυχούντων λαμβάνοντα δίκην. καὶ νῦν ἡμεῖς οἷς τοὺς εὐεργέτας δωρούμεθα καινὸν οὐδὲν δρῶντες, ἀλλὰ τὰ γιγνόμεν ἀποδιδόντες, οἷς ὧν παρέσχομεν ἀποστερήσομεν σφᾶς, μειζόνως ἀδικήσομεν, εὖ οἶδα, ἢ εἰ μηδὲ τὴν ἀρχὴν αὐτοῖς εἰσηνέγκαμεν. ἐκεῖνο μὲν γὰρ ἀγνωμοσύνης ἂν ἦν, τὸ δ ἀδικίας, εἴπερ ἃ παρ ἡμῶν δικαίως εἰλήφασι, τούτων ἀδίκως ἀποστερήσονται. τοσοῦτον δ ἀδικία μείζων ἀγνωμοσύνης, ὡς μόριον ἀδικίας τοῦτ εἶναι: οὐ γὰρ πᾶς ἀδικῶν ἤδη καὶ πρὸς τοὺς εὐεργέτας ἐστὶν ἀγνώμων, ἀλλ ὁ πρὸς τούτους ἀγνωμονῶν αὐτὸ τοῦτ ἀδικεῖ μόνον, τὸ μὴ τὰ προσήκοντ αὐτοῖς πράττειν αἱρεῖσθαι:

상위

Aristides, Aelius (아리스티데스, 아일리오스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION