- 텍스트

Aristides, Aelius, Orationes, Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας? 29:

(아리스티데스, 아일리오스, 연설, Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας 29:)

διὰ τί· ὅτι οὐ πᾶσι μέτεστιν ἀτελείας οὐδὲ διὰ πάντων ἁπλῶς τοῦθ ἥκει, ἀλλ οἷς ἄξιον τὰ τοιαῦθ ὡς εὐεργέταις διδόναι. τοσοῦτοι δὲ οὗτοι ὥσθ ἕνεκα πλήθους οὐχ ὅσον τοῖς λειτουργοῦσιν ἐγγὺς ἰέναι, ἀλλὰ μηδ ἂν ἐν προσθήκῃ τουτοισὶ γεγονότες μηδ ἡντινοῦν εἰργάσθαι διαφορὰν, μήτ εἰς ἀριθμοῦ μήτ εἰς πραγμάτων ἐπίδοσιν: μᾶλλον δ ἐπείπερ οὐκ εἰς ἀριθμοῦ, οὐδὲ πολλῷ μᾶλλον εἰς πραγμάτων ἐπίδοσιν. ὥστ εἴ τις νῦν ἔροιθ ὑμᾶς πότερα τὴν τῶν μηδὲν εἰς ἐπίδοσιν τῆς κοινῆς ὠφελείας ξυμβαλλομένων ἐν ταῖς λειτουργίαις συντέλειαν ἢ τὴν αὐτῶν τούτων εἰς ἡμᾶς μεγαλοψυχίαν αἱρεῖσθαι δεῖ, τοῦτ ἂν εὖ οἶδ ὅτι φήσαιτε πάντες, εἴπερ ὑμᾶς αὐτοὺς προὔργου ποιεῖσθε.

상위

Aristides, Aelius (아리스티데스, 아일리오스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION