- 텍스트

Aristides, Aelius, Orationes, Περὶ τοῦ παραφθέγματος? 4:

(아리스티데스, 아일리오스, 연설, Περὶ τοῦ παραφθέγματος 4:)

καὶ ὅ γε ἁπλοῦς ἀνὴρ καὶ οὐ πολλαπλοῦς οὗτός ἐστιν, ἐμοὶ δοκεῖν, ὅστις οἶδε μὲν ἐπὶ τοῖς αὐτὸς αὑτοῦ μεῖζον φρονεῖν, οἶδε δὲ ἔλαττον, ἐπαινεῖ δὲ καὶ τὰ αὑτοῦ καὶ τὰ τῶν πλησίον, ἂν αὐτὸν προσίηται, ψέγει δὲ καὶ τὰ αὑτοῦ καὶ τὰ τῶν πλησίον, ἄν τι τοιοῦτον ἐνευρίσκῃ, μηδὲν τοῦ δοκοῦντος ἀληθοῦς εἶναι προτιθεὶς μηδαμοῦ. σκόπει δὲ κἀνθένδε. ἐμοὶ γὰρ σὺ ἴσως οὔπω ἐνέτυχες: ἐπεὶ ἔγνως ἂν ὅσα ἐπὶ τῶν ἐμαυτοῦ ψέγω. ἃ γὰρ διαγράφω καὶ μεταποιῶ, πῶς οἰεί με πρὸς ταῦτα ἔχειν· φημὶ δὲ τοῦ πάντας ἴσον φρονεῖν ἐπὶ τοῖς ἑαυτῶν οὐδὲν εἶναι μᾶλλον κατ ἀνθρώπους ἄνισον. ἀλλά μοι δοκεῖ καὶ τὸ γράμμα τὸ θεῖον ἄντικρυς τοῦτο κελεύειν καὶ λέγειν τὸ γνῶθι σεαυτὸν, οὐχ ἁπλῶς οὑτωσὶ, φάθι μηδὲν εἶναι, ἀλλὰ μήτε ὑπερβάλῃς μήτε ἐλλίπῃς. ἐπικυροῖ δὲ τὸ δεύτερον γράμμα καὶ ἐπισφραγίζεται ὅτι οὗτός ἐστιν ὁ νοῦς τοῦ προτέρου: τὸ γὰρ μηδὲν ἄγαν εἰς τοῦτο οἶμαι φέρει. τὴν τοίνυν ἀξίαν ὅ τ Ἀπόλλων, ἅτε μάντις καὶ ποιητὴς ὢν καὶ κατ ἀμφότερα ἐξηγητὴς τῆς ἀληθείας, παρακελεύεται τιμᾶν, σύ τ ἂν εὖ φρονῇς καὶ μὴ θεοῖς ἐχθρὸς ᾖς, σκέψει πανταχοῦ, σκέψει δ ὅπως ἁπάντων ὑπαρχόντων οὐ δείξεις ἀτιμάζων, ἀλλ ἐπὶ παντὸς ἀεὶ παραλαμβάνων, οὕτω κρινεῖς ἀναφέρων ἐπ ἐκεῖνο τὴν γνώμην, τὸ ποῖός τις ἕκαστος ἡμῶν καὶ πόσου τινὸς ἄξιος. τὰ γὰρ αὐτὰ τοῖς μὲν ἄξια, τοῖς δ οὔ: οἱο῀ν ὅταν μὲν ὁ Θερσίτης λέγῃ ὅν κεν ἐγὼ δήσας ἀγάγω ἢ ἄλλος Ἀχαιῶν, γέλως ἐστὶν, οἶμαι. σὺ δήσας· εἰ δὲ μὴ σὲ ἕτερος αὐτῶν τῶν Ἀχαιῶν, οὐκ ἀγαπήσεις· οὐ γνώσει κατὰ τοῦ νώτου ληρῶν· ἀλλ ὅταν γε Ἀχιλλεὺς, οἶμαι, διηγῆται δώδεκα δὴ σὺν νηυσὶ πόλεις ἀλάπαξ ἀνθρώπων, πεζὸς δ ἕνδεκά φημι κατὰ Τροίην ἐρίβωλον: τάων ἐκ πασέων κειμήλια πολλὰ καὶ ἐσθλὰ ἐξελόμην, καὶ πάντα φέρων Ἀγαμέμνονι δόσκον, οὐδείς ἐστιν ὅστις ἔτι νεμεσήσει τῶν Ἀχαιῶν. διὰ τί· ὅτι συμβαίνουσιν οἱ λόγοι τοῖς ἔργοις. τρεῖς καὶ εἴκοσι, φησὶ, πόλεις εἷλον. τί οὖν· οὗτος αὐτὸς τὰς ἁπάσας· οὐκ ἔχομεν ἀντειπεῖν. ἀλλ οὐ τὰς μὲν ἐν θαλάττῃ, τὰς δὲ πεζὸς, καὶ τὰς μὲν τόσας, τὰς δὲ τόσας, ἀλλὰ καὶ ταῦτα συνίσασιν οἱ ἀκούοντες.

상위

Aristides, Aelius (아리스티데스, 아일리오스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION