- 텍스트

Aristides, Aelius, Orationes, Πρὸς Πλάτωνα ὑπὲρ τῶν τεττάρων? 81:

(아리스티데스, 아일리오스, 연설, Πρὸς Πλάτωνα ὑπὲρ τῶν τεττάρων 81:)

ἡγοῦμαι δὲ καὶ πρὸς ἀμφοτέρους καὶ παρ ἀμφοτέρους ἂν εἶναι Θεμιστοκλέα, τόν τε Μιλτιάδην καὶ τὸν Κίμωνα. πρῶτός τε γὰρ φαίνεται νικήσας τοὺς βαρβάρους κατὰ θάλατταν, ὥσπερ Μιλτιάδης κατ ἤπειρον. ὥστ εἰκότως ἂν ἄρξαι ταύτῃ τῆς ἐλευθερίας δοκοίη καὶ τοῖς ὑπάρχουσιν αὖ προσθεὶς φαίνεται. τῇ γὰρ πεζομαχίᾳ τὰς ναυμαχίας προσέθηκε, καὶ τρία ἀνθ ἑνὸς ἔστησε τρόπαια, ὥσπερ Κίμων ἐπεξῆλθε τὰ δεύτερα. καὶ μὴν οὔτ ἐπὶ τῆς αὐτῆς ἀδείας ἐφ ἧσπερ Κίμων ὄντας ἤδη τοὺς Ἕλληνας παρέλαβεν οὔτ ἐπὶ τῶν ἴσων φόβων ὥσπερ Μιλτιάδης, ἀλλ ἔσχατα ἐσχάτων πράττοντας, καὶ πρῶτα καὶ τελευταῖα κινδυνεύοντας, συνελόντι δὲ εἰπεῖν, βασιλέα γ αὐτὸν πανοικησίᾳ καὶ πρῶτος νικήσας καὶ μόνος, οὐχ ὥσπερ τοὺς ὑπάρχους Μιλτιάδης πρῶτον Μαραθῶνι καὶ Παυσανίας ὕστερον Πλαταιᾶσι. μάχης παράδειγμά τις ἂν λέγοι τὴν Μαραθῶνι καὶ τῷ χρόνῳ πρεσβεύοι, τὰς δὲ Θεμιστοκλέους πράξεις αὐτὰς ἐφ αὑτῶν λογίζοιτο, ὡς τοῖς μὲν χρόνοις ὕστερον πραχθείσας τῆς μάχης τῆς Μαραθῶνι, τὴν δ ἀρχὴν οἴκοθεν ἐσχηκυίας ἀπὸ τῆς ἐκείνου συνέσεως καὶ πολιτείας. οὐδὲν γὰρ πρότερον παραπλήσιον τοῖς Ἕλλησι μὴ ὅτι ἐπέπρακτο, ἀλλ οὐδὲ ἤλπιστο. οὕτω καὶ τὸν Μιλτιάδην καὶ τὸν Παυσανίαν καὶ τὸν Κίμωνα παρέρχεται: καὶ γίγνεται τριῶν ἀντάξιος, οὐκ ἀρτοποιοῦ καὶ μαγείρου καὶ καπήλου, ἀλλ ἀνδρῶν γενομένων τι τοῖς Ἕλλησι.

상위

Aristides, Aelius (아리스티데스, 아일리오스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION