호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ μὴν οὐδ οἱ βάρβαροί γ ἂν ἧττον ἐκεῖνον ἡδέως ἐδέξαντο ἢ πολλοὺς ἑτέρους. ἀλλ ὡς ἐοίκεν, οὐ πρὸς αὑτοῦ ταῦθ ἡγεῖτο Μιλτιάδης, ἀλλὰ ταῦτα πάντα ἀφεὶς καὶ παριδὼν καὶ τοῦ μηδενὸς ἄξια κρίνας εἰς ἀρετῆς λόγον τῇ κοινῇ χρείᾳ τῆς πατρίδος καὶ τῶν Ἑλλήνων προσένειμεν αὑτόν. καίτοι ταῦτα ποιῶν καὶ ταῦτα προαιρούμενος πότερον δικαιοσύνης καὶ καλοκαγαθίας, ἢ κακίας καὶ ἀδικίας δεῖγμα ἐξέφερεν· ἢ οὐδετέρου φήσομεν· ἐγὼ μὲν γὰρ εὐδαίμονα καὶ ζηλωτὸν ἀκούειν οὐδὲν κωλύειν ἐκεῖνον ἡγοῦμαι, εἴπερ ἀληθὴς ὁ Πλάτωνος λόγος ὡς τό γε δίκαιον αὐτὸ λαμπρὸν ἔπεστι τοῖς πεπολιτευμένοις. εἰε῀ν. ἀλλ ὑπὲρ τῆς ἀνδρείας τῆς ἐκείνου δείσομεν, ἢ μικρούς τινας καὶ φαύλους καιροὺς τοὺς δείξαντας αὐτὴν εἶναι φήσομεν· οὐ πάντες μὲν ἄνθρωποι μικροῦ δέω λέγειν τότε Πέρσαις ὑποπεπτώκεσαν, τὰ δὲ πλεῖστα ἐξ ἐντολῆς τῷ βασιλεῖ κατειργάζετο· ὅποι δ ὁρμήσειαν, ἔχειν ὑπελάμβανον, οἵ γε καὶ ἐπὶ Σκύθας ἐλθόντες ἔδοξαν δυστυχῆσαι, ὅτι οὐκ ἠδυνήθησαν εὑρεῖν αὐτούς: Αἰγύπτιοι δὲ οἱ σοφώτατοι πάντων μίαν τῶν πασῶν μηχανὴν οὐχ εὑρ῀ον, δι ἧς ἐκφεύξονται τὸ μὴ δουλεῦσαι. Λιβύην δ οὐδεὶς λόγος ἦν ὁ διαιρῶν ἀπὸ τῆς Ἀσίας τότε, ἀλλ ἦν ἅπαντα μία ἤπειρος ὡς Πέρσαις εἶναι.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기