호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἆρά γε καὶ μειζόνως τις ἀμύνεται τὸν ἐχθρὸν ἐῶν ἀδικεῖν, καὶ σκοπούμενος ἐξ ὅτου τρόπου μηδ ἄλλος δίκην παρ αὐτοῦ λήψεται· καὶ μὴν ἄχρι μὲν τούτων τῶν λόγων αἰνίγματ ἂν εἴποι τις ταῦτ εἶναι, ἐπηγμένων δὲ τούτων [καὶ ὑπὸ τοῦ Πλάτωνος] καὶ ἐξεληλέγχθαι καὶ λελύσθαι γ, οὐ τὸν εἰωθότα καὶ τὸν αὐτὸν τρόπον τοῖς ἄλλοις αἰνίγμασι δῆλα ἐξ ἀδήλων γεγονότα, ἀλλ ὡς ἀληθῶς δῆλα οὗ τὸ σαθρὸν ἦν αὐτῶν. φέρε δὴ καὶ ταῦτα σκεψώμεθα. οἶμαι γὰρ ἡμῖν ὥσπερ ἀπόντος ἐκμαρτυρίαν εἶναι. ἔστι δ ἐκ τῆς μακρᾶς ἐπιστολῆς. "ταύτῃ μὲν τῇ διανοίᾳ τε καὶ τόλμῃ ἀπῆρα οἴκοθεν, οὐχ ᾗ τινὲς ἐδόξαζον, ἀλλ αἰσχυνόμενος μὲν ἐμαυτὸν τὸ μέγιστον μὴ δόξαιμί ποτε ἐμαυτῷ παντάπασι λόγος μόνον ἀτεχνῶς εἶναί τις, ἔργου δὲ οὐδενὸς ἄν ποτε ἑκὼν ἀνθάψασθαι, κινδυνεύειν δὲ προδοῦναι πρῶτον μὲν τὴν Δίωνος ξενίαν τε καὶ ἑταιρίαν ἐν κινδύνοις ὄντως γεγονότος οὐ μικροῖς, εἴτ οὖν πάθοι τι εἴτ ἐκπεσὼν ὑπὸ Διονυσίου καὶ τῶν ἄλλων ἐχθρῶν ἔλθοι πρὸς ἡμᾶς φεύγων καὶ ἀνέροιτο εἰπὼν, Ὦ Πλάτων, ἥκω σοι φυγὰς οὐχ ὁπλιτῶν δεόμενος οὐδὲ ἱππέων ἐνδεὴς γενόμενος ἀμύνεσθαι τοὺς ἐχθροὺς, ἀλλὰ λόγων καὶ πειθοῦς, ᾗ σὲ μάλιστα ἠπιστάμην ἐγὼ δυνάμενον ἀνθρώπους νέους ἐπὶ τἀγαθὰ καὶ δίκαια προτρέποντα εἰς φιλίαν τε καὶ ἑταιρίαν ἀλλήλοις καθιστάναι ἑκάστοτε. "ὧν ἐνδείᾳ κατὰ τὸ σὸν μέρος νῦν ἐγὼ καταλιπὼν Συρακούσας ἐνθάδε πάρειμι. "καὶ τὸ μὲν ἔλαττον ὄνειδος σοὶ φέρει: "φιλοσοφία δὲ, ἣν ἐγκωμιάζεις ἀεὶ καὶ ἀτίμως φῂς ὑπὸ τῶν λοιπῶν ἀνθρώπων φέρεσθαι, πῶς οὐ προδέδοται τὰ νῦν μετ ἐμοῦ μέρος ὅσον ἐπὶ σοὶ γέγονε· "καὶ Μεγαροῖ μὲν εἰ κατοικοῦντες ἐτυγχάνομεν, ἦλθες ἂν δή πού μοι βοηθὸς ἐφ ἅ σε παρεκάλουν, ἢ πάντων ἂν φαυλότατον ἡγοῦ σαυτόν: "νῦν δ ἄρα τὸ μῆκος τῆς πορείας καὶ τὸ μέγεθος δὴ τοῦ πλοῦ καὶ τοῦ πόνου ἐπαιτιώμενος οἰεί δόξαν κακίας ἀποφευξεῖσθαί ποτε· "πολλοῦ γε καὶ δεήσει. "λεχθέντων δὲ τούτων τίς ἦν μοι ἂν πρὸς ταῦτα εὐσχήμων ἀπόκρισις· "οὐκ ἔστι.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기