- 텍스트

Aristides, Aelius, Orationes, Ῥοδίοις περὶ ὁμονοίας? 3:

(아리스티데스, 아일리오스, 연설, Ῥοδίοις περὶ ὁμονοίας 3:)

οὐδὲ γὰρ ἐν ταῖς τοῦ σώματος χρείαις τοῦθ ἡμῶν ἕκαστος ἐσπούδακεν, ὅπως τι καινὸν ἀκούσεται, ἀλλ οὗτος ἄριστος ἰατρὸς ὅστις ἂν ὑγιεῖς ποιεῖν ἐπίστηται: καὶ μιᾶς μὲν οἰκίας εὖ τε καὶ χεῖρον πραττούσης μικρὸν ὄφελος τοῖς ἅπασι, κοινῇ δὲ εὐθενοῦντας καὶ τοῖς ἰδίοις οἴκοις ἄμεινον πράττειν εἰκός ἐστιν. οὐδ ἔσθ ὅστις ὑμῶν ἀγανακτήσει, ἐὰν διὰ τῶν αὐτῶν σωθῆ δι ὧν τις ἤδη καὶ πρότερον. οὐ μὴν ἀλλ ἔγωγε βουλοίμην ἂν ὥσπερ κἀνταῦθ ὑμῖν ἔχειν ἡγοῦμαι χαρίσασθαι τῷ τι καὶ πλεῖον ἂν εἰπεῖν ὧν οἱ πρὸ ἡμῶν τοῖς ὁμοίοις ἐγκεχειρηκότες, οὕτως καὶ ὑμᾶς ὑμῖν αὐτοῖς ἐθελῆσαι χαρίσασθαι καὶ μὴ μόνον τὸν χρόνον τοῦτον ὃν νῦν ἀκροᾶσθε τούτου τοῦ λόγου ταὐτὰ φρονῆσαι περὶ τῶν λεγομένων, [ἀλλὰ καὶ ἐν τοῖς μετὰ ταῦτα] - πείσεσθε γὰρ σαφῶς αὐτῷ, εὖ οἶδα ἐγὼ τὴν ὑμετέραν δεξιότητα καὶ φιληκοΐαν - ἀλλὰ καὶ περὶ τῶν πρὸς ὑμᾶς αὐτοὺς μιᾷ γνώμῃ τὸ λοιπὸν χρῆσθαι καὶ τὴν ἔργῳ πίστιν ὡς ἥσθητε τῷ λόγῳ προσθεῖναι. οἶμαι δὲ ἅπαντας ἂν ὑμᾶς συμφῆσαι, ὥσπερ τῶν ἐν τοῖς δικαστηρίοις λόγων τούτους ἀληθεστάτους ἡγεῖσθε, ὧν ἂν πλεῖστοι καὶ γνωριμώτατοι μάρτυρες ὦσιν, οὕτως καὶ τῶν εἰς συμβουλὴν ἡκόντων οἷς ἂν πλεῖστοι καὶ σπουδαιότατοι μάρτυρες ὦσι, τούτοις μάλιστα χρῆναι πιστεύειν. τοῦτο τοίνυν εἰς Ὅμηρον τὸν κοινὸν τῶν Ἑλλήνων σύμβουλον καὶ προστάτην ἀνενέγκατε, ὃς ἐποίησε τὸν σοφώτατον τῶν τότε Ἑλλήνων τῇ Ναυσικάᾳ συνευχόμενον ἔτ οὔσῃ κόρῃ ἄνδρα τε καὶ οἶκον καὶ ὁμοφροσύνην ὀπάσαι τοὺς θεοὺς αὐτοῖς: οὐ μὲν γὰρ τοῦδε κρεῖσσον καὶ ἄρειον, ἢ ὅθ ὁμοφρονέοντε νοήμασιν οἶκον ἔχητον ἀνὴρ ἠδὲ γυνή: πόλλ ἄλγεα δυσμενέεσσι, χάρματα δ εὐμενέτησι: μάλιστα δέ τ ἔκλυον αὐτοῦ. καίτοι μὴ νομίζετε ἑτέρως μὲν ἂν μίαν οἰκίαν καλῶς οἰκῆσαι, ἑτέρως δ ἂν πόλιν τὴν πᾶσαν, ἀλλ εἰ μία τῶν καθ ἕνα ἐστὶν οἰκιῶν σωτηρία τὸ ταὐτὰ φρονεῖν, πολὺ μᾶλλον τὰς πόλεις οὕτω δεῖν ἔχειν, ὅσῳ μιᾶς μὲν οἰκίας διαστάσης εὐκόλως ἰάσις εὑρίσκεται, πόλεως δὲ οὐδ εὑρεῖν ῥᾳδία γίγνεται:

상위

Aristides, Aelius (아리스티데스, 아일리오스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION