- 텍스트

Aristides, Aelius, Orationes, Περὶ ὁμονοίας ταῖς πόλεσιν? 6:

(아리스티데스, 아일리오스, 연설, Περὶ ὁμονοίας ταῖς πόλεσιν 6:)

ὥστε πῶς εἰκὸς, εἰ καὶ τὰ ἄλλα βελτίους γιγνόμεθα, περὶ ταύτην χείρους, ἀλλὰ μὴ βελτίους τοῖς δρωμένοις εἶναι, καὶ τὰς μὲν περὶ τοὺς λόγους ἐπιδόσεις τε καὶ διατριβὰς ἐν ἐκείνῃ μάλιστά πως ἅπασι γίγνεσθαι, ὅσα δ εἰς εὐφημίαν καὶ τὴν ἀπὸ τῶν λόγων χάριν ἔρχεται, μὴ ἐν πρώταις πόλεων ἐκείνῃ νέμειν· φέρε δὴ καὶ τῆς τρίτης ὡσπερεὶ σπονδῆς μνημονεύσωμεν: λέγω δὲ ἀριθμῷ τρίτην, οὐ τάξει τὰ νῦν: μὴ γάρ μοι ῥῆμα θηρεύων μηδεὶς εἰς τοὐναντίον ἀνθελκέτω τὸν λόγον. μέγιστον μὲν οὖν αὐτὸ τοῦτ ἤδη περὶ αὐτῆς ἔξεστιν εἰπεῖν, τὸ δυοῖν μὲν οὐσῶν τούτων πόλεων, τοσούτων δ αὖ καὶ τῶν περὶ αὐτῶν εἰρημένων ὄντων, λείπεσθαί τι καὶ περὶ ταύτης ἅμα τ ἀλλοῖον εἰπεῖν καὶ οὐ χεῖρον εἰρῆσθαι. οἶμαι δὲ καὶ πάντας ὅσοι στηλῶν Ἡρακλέους ἐντὸς καὶ ποταμοῦ Φάσιδος, οἰκειουμένους τὴν Ἔφεσον ὀρθῶς ἂν διανοεῖσθαι, τοῦτο μὲν τῇ τῶν λιμένων κοινότητι, τοῦτο δὲ ταῖς ἄλλαις ἁπάσαις ὑποδοχαῖς. πάντες γὰρ ὡς εἰς πατρίδα αὑτῶν κομίζονται καὶ οὐδεὶς οὕτως ἀγνώμων οὐδ οὕτως σφόδρα ὁμόσε τοῖς φανεροῖς ἰὼν, ὅστις οὐκ ἂν συγχωρήσειε ταμιεῖόν τε κοινὸν τῆς Ἀσίας εἶναι τὴν πόλιν καὶ τῆς χρείας καταφυγήν: οὐδέ γε οὕτω φιλαίτιος οὐδεὶς ὅστις ἂν μέμψαιτο ἐκείνης τῆς πόλεως τοὺς ὁρ´ους. πολλὴ μὲν γὰρ εἰς μεσόγειαν ἀεὶ βαδίζοντι, πολλὴ δ ἐπ αὐτῆς τῆς θαλάττης, πανταχοῦ δὲ ἱκανὴ παρασχεῖν ἅπαντα ὅσων δεῖ πόλει, διαίταις τε ἁπάσαις ἀρκέσαι, ὅσας ἄνθρωποι διαιτᾶσθαι δύνανται καὶ προαιροῦνται. καίτοι πῶς εἰκὸς τὴν μὲν χρείαν κοινὴν ἅπασι τὴν παρ αὐτῆς εἶναι, τὴν δ εὔνοιαν μὴ κοινὴν αὐτῇ παρὰ πάντων ὑπάρχειν, καὶ τὸ μὲν εὐθενεῖν τὴν πόλιν πᾶσιν ὁμοίως διαφέρειν, μὴ συνεύχεσθαι δ ἅπαντας ὁμοίως τὴν πόλιν εὐθενεῖν· καὶ κατὰ μὲν τοὺς χρόνους τοὺς Περσικοὺς τοσαύτην αἰδῶ παρὰ τῶν βαρβάρων ὑπάρχειν τῇ Ἀρτέμιδι, ἡνίκα δ αὐτός τε ὁ νεὼς μείζων ἢ πρόσθεν ἕστηκεν, ἀρχή τε ἡ μεγίστη πασῶν καὶ ἅμα σεμνοτάτη καθέστηκε, μὴ καὶ ἓν τοῦτο ἐξαρκεῖν ὑπολαμβάνειν εἰς φιλίαν τῇ πόλει, τὴν τῆς θεοῦ τιμὴν, ἣν αὐτή τε τιμήσασα ἔχει τὴν πόλιν καὶ παρ ἀνθρώπων αὐτὴν εἰκός ἐστι φέρεσθαι·

상위

Aristides, Aelius (아리스티데스, 아일리오스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION