호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ δὲ θεὸς τάδ ἐσήμαινεν: ἐδόκουν τὸν Ἄλκιμον τὸν διοικητὴν, ὃν ἔπεμψα τούτων ἕνεκα, ἐπανήκειν, κομίζοντά μοι λόγον Δημοσθένους τὸν ὑπὲρ τοῦ στεφάνου, ἔχοντα οὐχ ὡς νῦν, ἀλλ ἑτέρως γε καὶ καθ ἑτέραν σύνθεσιν. καὶ πάλιν ἦσαν ὑποσχέσεις, ὡς Γλαβρίωνος τοῦ πάνυ συγκαταστήσαντος τὸ πᾶν. ὁ δ ἔτυχεν, οἶμαι, τότε ἐπιδημῶν. ἐγένοντο δέ μοι καὶ παρὰ τοῦ Σαράπιδος καὶ τῆς Ἴσιδος χρησμοὶ, ὡς πεπραξομένου τε τοῦ πράγματος καὶ ἐχθροῖς εἰς φιλίαν ἥξεις ἔφασαν. καὶ τὰ μὲν χρησθέντα καὶ φανθέντα ὡς ἐν κεφαλαίοις τοιαῦτα ἦν: εἰς δὲ τὴν Φιλαδελφίαν ἀφίκοντο οἱ πεμφθέντες, καὶ ἦν μὲν ἀφέσιμος, ὡς ἔφασαν, ἡμέρα, ᾗ τὰ γράμματα ἀπεδίδοσαν. ἀναγνοὺς δὲ ὁ Πολλίων, καί τινος καιροῦ γενομένου περὶ ἡμῶν ὑπὸ τῶν ἐν τῇ προσρήσει παρόντων, γνοὺς τοῦ πρεσβευτοῦ τὴν ἀφέλειαν κελεύει πορευθέντα εὐθὺς καθίζεσθαι καὶ ἐπανορθώσασθαι τὴν γνῶσιν. ποιεῖ ταῦτα ὁ πρεσβευτὴς καὶ καθίζει ἑνὸς ἕνεκα τούτου καὶ δίδωσι γράμματα ἕτερα πρὸς τὴν βουλήν. κομισθέντων δ αὐτῶν ὁ ἄρχων, ὅσπερ προθυμότατα ἀνθειστήκει μοι καὶ τἀναντία τούτων ἀνεγνώκει πρότερον, θορυβούμενος ἤδη καὶ ἐν παντὶ ὢν ἔπεμψεν ὡς τοὺς ἡγεμόνας πυνθανόμενος περὶ αὐτῶν. οἱ δ οὐδὲν ἀπεκρίναντο. ὁ δ ἐλθὼν ὡς ἐμὲ ἐδεῖτο συγγνώμην ἔχειν, καὶ παρῄειν εἰς τὴν βουλὴν, καὶ τῆς τε διακονίας ἀφείθην καὶ τῆς ἀτελείας ἔτυχον: πρῶτον τότε καὶ μετὰ τοῦτο φίλτατος μὲν ὁ ἄρχων, φίλτατος δὲ ὁ πρεσβευτὴς αὐτός. φέρε δὴ καθάπερ κλίμακος ἀεὶ τῷ ἀνωτέρω προϊόντες ἑτέρου τῶν ὑπὲρ ταῦτα μνημονεύσωμεν. ὁ σοφιστὴς, οὗ μικρῷ πρόσθεν ἐμνήσθην, ἦρχεν. ἱσταμένου δὲ τοῦ ἔτους καὶ γιγνομένης ἐκκλησίας τῆς πρώτης ἧκον ἐκ δήμου καλοῦντές με, οἱᾶ δὴ διὰ χρόνου τε ἀφιγμένον, καὶ ἅμα ἀπαγγέλλοντες ὅτι μέλλοιεν θύσειν ὑπὲρ ἐμοῦ δημοσίᾳ, ὅπερ οὖν καὶ πρότερον πολλάκις πεποιηκότες ἦσαν. ὡς δὲ παρῆλθον εἰς τὴν ἐκκλησίαν καὶ ὁ δῆμος τὰ εἰωθότα ἐπεθορύβησεν, ἔργου εἴχοντο οἱ παρεσκευασμένοι κροτοῦντές τε καὶ τὴν ἱερωσύνην τὴν κοινὴν τῆς Ἀσίας ἀνατιθέντες μοι καὶ τὸν δῆμον ἐσπάσαντο οὐ χαλεπῶς. καὶ ἅμα αἱ ἀρχαὶ περιίσταντό με ἄλλος ἄλλοθεν ἐπαινῶν καὶ βοῶν καὶ πρὸς τὸν δῆμον τῇ παρακλήσει φιλοτιμούμενοι.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기