호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἠσίτησα δή. ἡ δὲ ἐπιοῦσα ἀλουσίας πάλιν ἦν. τρίτῃ φθίνοντος ἐδόκουν ἐφθαρμένης μοι τῆς τροφῆς συμβουλεύεσθαι περὶ λουτροῦ Ζωσίμῳ τῷ τροφεῖ καὶ ἐρωτᾶν εἰ δέοι πλείω λούσασθαι. τὸν δὲ οὐ συμφῆσαι. μετὰ δὲ τοῦτο λελοῦσθαί γε καὶ τῆς γαστρὸς φαύλως ἔχειν, καὶ φάναι πρὸς τὸν Ζώσιμον, ἔδει γὰρ ἠσιτηκέναι· καὶ τὸν εἰπεῖν, ἔδει: ἠσίτησα αὖθις. καὶ τῆς ἐπιούσης ἤμουν πάλιν εἰς ἑσπέραν. ἦν δὲ τὸ ὄναρ ὡς ὀστοῦ γε ἐγκειμένου καὶ δέον ἐκβαλεῖν, ἔννοια δὲ καὶ αἵματος ἀφαιρέσεως ἀπὸ τῶν σφυρῶν: καὶ ἐποίησα οὕτω καὶ προῆλθον οὐ πολύ. Ληναιῶνος νουμηνίᾳ ἐδόκουν ἐν τῷ Ἀδριανείῳ κεχρῖσθαι μὲν, λελοῦσθαι δ οὔ: ὡς δ ἐπανελθεῖν, φάναι πρός τινα τῶν φίλων ὅτι οὐ λουσαίμην, ἀλλὰ χρισαίμην: τὸν δὲ, καὶ γὰρ ἐγὼ, φάναι, κέχρισμαι μόνον. ἀλουσία ἡμερῶν ἕξ. δευτέρᾳ ἐδόκουν ἐν τῷ ἱερῷ εἶναι τοῦ Ἀσκληπιοῦ ὄρθριον εὐθὺς ἐξ ὁδοῦ ποθὲν ἥκων, καὶ χαίρειν ὡς ταχέως ἀνεῴγνυτο. ἐδόκουν δὲ καὶ τοὺς παῖδας ᾄδειν τὸ ἀρχαῖον ᾆσμα, οὗ ἡ ἀρχή ἐστι Δία τὸν πάντων ὕπατον κλῄζω: καὶ εἶναι ἐν ἐκείνῳ τῷ μέρει τοῦ ᾄσματος πολὺ γὰρ πολύ μοι τὸ μέσον βιότου μέλπειν τε θεοὺς ἔν τ εὐφροσύναις ἦτορ ἰαίνειν τοιῷδ ὑπὸ παιδονόμῳ. ὥστ ἐθαύμαζον ὡς αὐτόματον τὸ ᾆσμα εἰς μέσον ἧκε. πάλιν δὲ ὡς γενεθλίων προσιόντων προπέμπειν εἰς τὸ ἱερὸν τοὺς οἰκέτας ἀποκομίζοντας δή τινα καὶ ἅμα γράμματα ἐγγράφειν ἐπ αὐτῶν ὧν ἀπεκόμιζον: καὶ φιλοτεχνεῖν ὑπὲρ συμβούλου ἀγαθοῦ ὅπως χορηγήσειεν ὅσων ἔδει τῷ λόγῳ. τρίτῃ λύχνων εἰσφορά τις ἐφαίνετο εἰς τὸ ἱερὸν ὑπὸ τοῦ θυρωροῦ κατ εὐχὴν ὑπὲρ ἐμοῦ καὶ ἐμεῖν ἔδει, ἤμεσα. πέμπτῃ θεοῖς ἐδόκουν εὔχεσθαι, τὰ μὲν οἷς εἰώθα κοινῇ, πάλιν δὲ ἰδίᾳ Διὶ καὶ Ἄρει καὶ θεοῖς οἳ Συρίαν ἔχουσι: καὶ παραπλήσια τἀκεῖ τοῖς οἴκοι κατὰ τὴν οἴκησιν ἐφαίνετο. καὶ μετὰ τοῦτο ἐγίγνετο ἡ πρόσοδος ἡ πρὸς τὸν αὐτοκράτορα, ἐπεπόμφειν δὲ ὡς τὸν ἐν τῇ Συρίᾳ τότε αὐτοκράτορα, καὶ συνέβη καλῶς. ἑβδόμῃ ἔν τινι ἀποδυτηρίῳ βαλανείου Χαρίδημον ἰδεῖν τὸν ῥήτορα τὸν ἐκ Φοινίκης φαιδρόν τε καὶ ἄρτι λελουμένον, καὶ φάναι δὴ πρὸς αὐτὸν ἅμα τῇ προσρήσει οὑτωσὶ, ὅτι πρῳαίτερον λούσαιτο:
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기