호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
γεωργίαι δὲ ὑμῶν Αἴγυπτος, Σικελία, Λιβύης ὅσον ἥμερον. κατάπλοι δὲ καὶ ἀπόπλοι οὔποτε λείπουσιν. ὥστε εἶναι θαυμάσαι μὴ ὅτι περὶ τοῦ λιμένος, ἀλλὰ καὶ περὶ τῆς θαλάττης, ὅτι περ ἐξαρκεῖ ὁλκάσιν. ἀτεχνῶς δὲ ὅπερ Ἡσίοδος ἔφη περὶ τῶν τοῦ Ὠκεανοῦ περάτων, εἶναι τόπον οὗ συντετρῆσθαι πάντα εἰς μίαν ἀρχήν τε καὶ τελευτὴν, εἰς αὐτὴν συντέτρηται: καὶ πάντα ἐνταῦθα συμπίπτει, ἐμπορίαι, ναυτιλίαι, γεωργίαι, μετάλλων κάθαρσις, τέχναι ὁπόσαι εἰσί τε καὶ γεγένηνται, πάντα ὅσα γεννᾶται καὶ φύεται. ὅ τι δ ἂν μὴ ἐνταῦθα ἴδῃ τις, οὐκ ἔστι τῶν γενομένων, ἢ γιγνομένων: ὥστε μὴ εἶναι ῥᾴδιον διακρῖναι πότερον ἡ πόλις ὑπερέχει πλεῖον εἰς τὰς πόλεις τὰς οὔσας, ἢ ἡ ἀρχὴ τὰς ἀρχὰς τὰς πώποτε γενομένας. ἐρυθριῶ δῆτα, εἰ τοσούτων καὶ τηλικούτων εἰρημένων, εἶτα μὴ ἔχοντος τοῦ λόγου φανοῦμαι μεμνημένος ἢ βαρβαρικῆς τινος ἀρχῆς ἢ Ἑλληνικῆς δυνάμεως καὶ δοκῶ τοὐναντίον ποιήσειν τοῖς Αἰολεῦσι ποιηταῖς. ἐκεῖνοι μὲν γὰρ ἐπειδάν τι βούλωνται τῶν καθ αὑτοὺς φαυλίσαι, μεγάλῳ αὐτὸ παρέβαλον καὶ παρ ἀρχαίῳ περιφανεῖ, ἡγούμενοι μάλιστ ἂν οὕτως ἐξελέγξειν, ἐγὼ δὲ τὰ ὑμέτερα οὐκ ἔχων ἐπιδεικνύειν ἄλλως ὅσῳ ὑπερέχει, παραβαλῶ μικροῖς ἀρχαίοις: πάντα γὰρ ὑμεῖς καὶ τὰ μέγιστα μικρότατα ἀπεφήνατε ταῖς ὑπερβολαῖς. ἐπεὶ ἐγὼ μὲν τὰ μέγιστα ἐκλέξας ἐρῶ, ὑμεῖς δ ἴσως γελάσεσθε ἐπ αὐτοῖς.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기