- 텍스트

Aristides, Aelius, Orationes, Ἰσθμικὸς εἰς Ποσειδῶνα? 10:

(아리스티데스, 아일리오스, 연설, Ἰσθμικὸς εἰς Ποσειδῶνα 10:)

Ἰνὼ δὲ ἢ οὔτε ἦν οὔτε ἐγένετό ποτε ἣν οἱ πολλοί φασιν, ἢ εἴπερ ἦν καὶ ἐγένετο, ἀλλ οὐδέν γε προσήκουσα τοῖς τῇδε γιγνομένοις. Λευκοθέα δὲ θεός τ ἦν ἀπ ἀρχῆς εὐθὺς καὶ οὐκ ἐντεῦθεν ἤρξατο ὅθεν οἱ πολλοὶ οἰόνται. εἰ δὲ καὶ αὐδήεσσά γε ἦν, ὡς ἔφη ὁ τοῦτο εἰπὼν, ἀλλὰ βροτός γε οὐκ ἦν. Ὅμηρος δὲ καὶ θεοὺς ὄντας πεποίηκεν ὥσπερ ἀνθρώπους, καὶ φθεγγομένους γε ἄντικρυς καὶ ἀνθρώποις διαλεγομένους, καὶ Ἀθηνᾶν καὶ Ἑρμῆν καὶ αὐτὸν τὸν Ποσειδῶνα. τὸ δ ἐπὶ τούτοις καλῶς ἂν ἡμᾶς ἴσως ἔχοι καὶ φίλως τοῖς θεοῖς λέγειν τε καὶ ἀκούειν ἐν ἀλλήλοις, ἐρασθῆναι μὲν Ποσειδῶνα Λευκοθέας, καὶ ἐρασθέντα γε ἔχειν αὐτὴν παρ ἑαυτῷ: ὃν τρόπον καὶ Τυροῦς τῆς Σαλμωνέως καὶ Ἀμυμώνης καὶ ἄλλης τινὸς καλῆς, καὶ κρύψαι γε ταύτην ὑπὸ τῷ κύματι, τὰς δὲ ὁδοὺς αὐτῆς τὰς δεῦρο ἐκεῖθεν, εἰ ἄρα καὶ ταύτας παραδέξασθαι ἡμᾶς χρὴ, οὐ φυγῇ φευγούσης γενέσθαι, ἀλλ ὥσπερ ἐπὶ θάλαμον ἰούσης τὴν θάλατταν: οὐδὲ τὸν παῖδα, ὃς ἦν ἐξ ἑτέρου λέχους ἄρα, αὐτὴν φέρειν ἁρπάσασαν, ἀλλὰ παρακαταθήκην καὶ ἄθυρμα καὶ δῶρον Ποσειδῶνι. δηλοῖ δὲ ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρόπον τό τε ἀληθὲς αὐτὸ καὶ τὰ περὶ αὐτῶν ἔτι καὶ νῦν λεγόμενά τε καὶ δρώμενα ὡς περὶ θεῶν. κακὰ γὰρ οὔτε ἔστιν ἐν θεοῖς, ἀλλ οὐδ ἂν δύναιτο γενέσθαι ποτέ: ὑπερωρίσθαι γὰρ ταῦτά γε εἰς τὸν πρὸς γῆν τόπον: οὐδὲ παθήματά τε καὶ συμφοραί. τοσούτου δὴ τοῦτο ἂν ἀρχὴ γένοιτο τοῦ ἀθανάτου τινί. κακὰ γὰρ ἐκ κακῶν, ἀγαθὰ δὲ ἔργα τὰ θεῶν. ἄλλως δὲ οὐδαμῆ θέμις γίγνεσθαι. ἀλλ εἰ μὲν ἄνθρωπος οὐκ εὐτυχὴς ἦν, πῶς ἂν οὖν θεὸς ἐγένετο εἰπέ μοι: εἰ δ ἦν θεοφιλὴς, οὐδ ἂν ἐδυστύχησε πώποτε. καὶ εἴ γε μὴ ἀπ ἀρχῆς ἦν τοιαύτη, οὐδ ἂν ἐγένετο μετὰ ταῦτα - εἰ γὰρ ἀπαλλάξαι κακῶν οἱοί῀ τέ εἰσιν οἱ θεοὶ, μηδὲ προσελθεῖν τὰ κακὰ ἐᾶσαι ἐπ αὐτοῖς ἔστι: καὶ μὴν εἴ γε ἀντιδοῦναι ἀγαθὰ κακῶν, καὶ τὸ μέγιστον τὴν τοῦ ἀθανάτου μοῖραν, καὶ φῦναι εὐθὺς οὕτως ἔχοντα.

상위

Aristides, Aelius (아리스티데스, 아일리오스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION