- 텍스트

Aristides, Aelius, Orationes, Ἀθηνᾶ? 1:

(아리스티데스, 아일리오스, 연설, Ἀθηνᾶ 1:)

ἔστω τοίνυν ἡμῖν ὕπαρ τὸ ὄναρ: σὺ δ, ὦ δέσποινα Ἀθηνᾶ, τήν τε ἄλλην δίδου τύχην καὶ χάριν καὶ τοῦ παρόντος ἔφαψαι λόγου, τά τε φανθέντα τέλει πρὸς τὴν ἀξίαν, ὡς ἐναργῆ τῆς νυκτὸς ἐδείκνυτο: ὡς δὲ καὶ ἔργῳ συμβῆναι σαφῆ καὶ βέβαια, ὅδε σοὶ λόγος ἔσται μικτὸς εὐχῆς τε καὶ ὕμνου τὰ νῦν. πάντα μὲν οὖν τὰ κάλλιστα περὶ Ἀθηνᾶν τε καὶ ἐξ Ἀθηνᾶς, ἐν δὲ τοῖς ἀξιολογώτατον αἱ γοναὶ τῆς θεοῦ, κεφάλαιον μὲν εἰπεῖν ὅτι τοῦ πάντων δημιουργοῦ καὶ βασιλέως παῖς ἐστι μόνη δὴ μόνου. οὐ γὰρ εἶχεν ἐξ ὅτου ὁμοτίμου ποιήσειεν αὐτὴν, ἀλλ ἀναχωρήσας αὐτὸς εἰς αὑτὸν αὐτὸς ἐξ αὑτοῦ γεννᾷ τε καὶ τίκτει τὴν θεόν: ὥστε ἐστὶ μόνη βεβαίως γνησία τοῦ πατρὸς, ἐξ ἴσου καὶ ὁμολογοῦντος ἑαυτῷ τοῦ γένους γενομένη. τὸ δὲ ἔτι τούτου μεῖζον, ὅτι καὶ ἐκ τοῦ καλλίστου τῶν ἑαυτοῦ, ἐκ τῆς κεφαλῆς, ἀνῆκεν αὐτὴν, ὡς ἄρα οὔτε ἐκ τῆς ἐκείνου κεφαλῆς κάλλιον ἦν ἀνελθεῖν οὐδὲν οὔτε Ἀθηνᾷ τόπος βελτίων ἀνασχεῖν: ἀλλὰ κατ ἀξίαν ἄμφω συνέβαινε. γενομένη δ ἐκ Διὸς καὶ μόνου καὶ ἐκ τῆς κεφαλῆς οὐχ ἧττον τούτων θαυμαστὸν τὸ τέταρτον ἐφείλκετο, ὃ δή φασι συμβῆναι περὶ τὸ χάσμα τῆς κεφαλῆς τοῦ θεοῦ φάσμα: ἀνῄει γὰρ εὐθὺς ἔνοπλος, ὥσπερ ἥλιος ἀνίσχων ὁμοῦ ταῖς ἀκτῖσιν, ἔνδοθεν κοσμηθεῖσα ὑπὸ τοῦ πατρός. διὸ δὴ καὶ οὐ θέμις οὐδέποτε αὐτὴν καταλιπεῖν τὸν πατέρα, ἀλλ ἀεὶ πάρεστί τε καὶ συνδιαιτᾶται, καθάπερ συμπεφυκυῖα, ἀναπνεῖ τε εἰς αὐτὸν καὶ σύνεστι μόνη μόνῳ τῆς γενέσεως μεμνημένη, καὶ τῶν ὠδίνων ἀποδιδοῦσα πρέποντα τὸν μισθόν. δοκεῖ δέ μοι καὶ πρεσβυτάτη θεῶν φῦναι, ἢ κομιδῆ τινῶν εὐαριθμήτων καὶ τῶν πρώτων ὄντων ἐν τῷ τότε:

상위

Aristides, Aelius (아리스티데스, 아일리오스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION