호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ὅταν εἰσίῃς πρός τινα τῶν ὑπερεχόντων, μέμνησο ὅτι καὶ ἄλλος ἄνωθεν βλέπει τὰ γιγνόμενα καὶ ὅτι ἐκείνῳ σε δεῖ μᾶλλον ἀρέσκειν ἢ τούτῳ. ἐκεῖνος οὖν σου πυνθάνεται "φυγὴν καὶ φυλακὴν καὶ δεσμὰ καὶ θάνατον καὶ ἀδοξίαν τί ἔλεγες ἐν τῇ σχολῇ·
"ἐγὼ ἀδιάφορα. " "νῦν οὖν τίνα αὐτὰ λέγεις·
" "λέγε καὶ τὰ ἀγαθὰ τίνα ὑμῖν ἐδόκει· μή τι ἐκεῖνα ἠλλάγη· "οὔ. " "σὺ οὖν ἠλλάγης· "οὔ. " "λέγε οὖν τίνα ἐστὶν ἀδιάφορα. " "τὰ ἀπροαίρετα. " "λέγε καὶ τὰ ἑξῆς. " " 3ἀπροαίρετα οὐδὲν πρὸς ἐμέ. "προαίρεσις οἱά δεῖ καὶ χρῆσις φαντασιῶν.
" "τέλος δὲ τί· "τὸ σοὶ ἀκολουθεῖν. " " 3ταῦτα καὶ νῦν λέγεις· "ταὐτὰ καὶ νῦν λέγω.
" ἄπ[ε]ιθι λοιπὸν ἔσω θαρρῶν καὶ μεμνημένος τούτων καὶ ὄψει τί ἐστι νέος μεμελετηκὼς ἃ δεῖ ἐν ἀνθρώποις ἀμελετήτοις. ἐγὼ μὲν νὴ τοὺς θεοὺς φαντάζομαι ὅτι πείσῃ τὸ τοιοῦτον "τί οὕτως μεγάλα καὶ πολλὰ παρασκευαζόμεθα πρὸς τὸ μηδέν·
τοῦτο ἦν ἡ ἐξουσία·
τοῦτο τὰ πρόθυρα, οἱ κοιτωνῖται, οἱ ἐπὶ τῆς μαχαίρας· τούτων ἕνεκα τοὺς πολλοὺς λόγους ἤκουον· ταῦτα οὐδὲν ἦν, ἐγὼ δ ὡς μεγάλα παρεσκευαζόμην.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기