호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐ σπογγιᾷ τίσ μου παρελθὼν τὸ πρόσωπον ἐκκαθαρίσει μεμολυσμένον μαγγανείαισ πολλαῖσ; ἢ οὐκ οἴδατε καὶ τὸν καλὸν Ξενοφῶντα ἐν τῷ Συμποσίῳ ποιοῦντα τὸν Σωκράτην τοιαυτὶ λέγοντα· "νὴ Δί’, ὦ Καλλία, τελέωσ ἡμᾶσ ἑστιᾷσ· "οὐ γὰρ μόνον δεῖπνον ἄμεμπτον παρέθηκασ, ἀλλὰ καὶ ἀκροάματα καὶ θεάματα ἥδιστα παρέχεισ. "τί οὖν εἰ καὶ μύρον ἐνέγκαι τισ ἡμῖν, ἵνα καὶ εὐωδίᾳ ἑστιῴμεθα; "μηδαμῶσ, ἔφη ὁ Σωκράτησ· "ὥσπερ γάρ τοι ἐσθὴσ ἄλλη μὲν γυναικεία, ἄλλη δὲ ἀνδρεία,2 οὕτω καὶ ὀσμὴ ἄλλη μὲν γυναικί, ἄλλη δὲ ἀνδρὶ πρέπει, καὶ γὰρ ἀνδρὸσ μὲν δή που ἕνεκα ἀνδρῶν οὐδεὶσ μύρῳ χρίεται, αἵ γε μὴν γυναῖκεσ ἄλλωσ τε καὶ ἂν νύμφαι τύχωσιν οὖσαι, ὥσπερ ἡ Νικηράτου τε τούτου καὶ ἡ Κριτοβούλου,6 μύρου μὲν τί καὶ προσδέονται; "αὐταὶ γὰρ τούτου ὄζουσιν. "ἐλαίου δὲ τοῦ ἐν γυμνασίοισ ὀσμὴ καὶ παροῦσα ἡδίων ἢ μύρου γυναιξὶ καὶ ἀποῦσα ποθεινοτέρα. "καὶ γὰρ δὴ μύρῳ μὲν ἀλειψάμενοσ δοῦλοσ καὶ ἐλεύθεροσ εὐθὺσ ἅπασ ὅμοιον ὄζει· "αἱ δ’ ἀπὸ τῶν ἐλευθερίων μόχθων ὀσμαὶ ἐπιτηδευμάτων τε πρῶτον χρηστῶν καὶ χρόνου πολλοῦ δέονται, εἰ μέλλουσιν ἡδεῖαί τε καὶ ἐλευθέριαι ἔσεσθαι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기