호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλ’ ὥσπερ τῶν ποιητῶν φασί τινεσ τὸν Ἀλέξανδρον τῆσ Ἑλένησ τὸ εἴδωλον λαβεῖν, αὐτὴν δὲ οὐ δυνηθῆναι, οὕτω καὶ Ξέρξησ τῆσ πόλεωσ τοὔδαφοσ εἶχεν, αὐτὴν δὲ οὐχ εὑρ͂ε, πλήν γε δὴ καλῶσ εὑρ͂εν ἐπ’ Ἀρτεμισίῳ καὶ Σαλαμῖνι, καὶ τὴν θέαν οὐκ ἤνεγκεν, ὥσπερ τινὸσ ἐν μύθῳ Γοργόνοσ, ἀλλ’ ἐκπλαγεὶσ ἔδεισεν οὐ μόνον περὶ τῶν λοιπῶν, ἀλλὰ καὶ περὶ τοῦ σώματοσ, πάντα τὸν ἔμπροσθεν χρόνον ἀήθησ ὢν τούτου καὶ τῷ φοβεῖν συνεζηκώσ. ὅπερ δὲ καὶ πρὶν ἅπτεσθαι τῶν λόγων τούτων προειρήκειν, ὅτι ἄμφω τὼ γένη τῆσ πόλεωσ ἡττᾶτο λαμπρῶσ, τό τε Ἑλληνικὸν καὶ τὸ βαρβαρικὸν, τὸ μὲν ἁπάντων ἀποτυχὸν, τὸ δὲ οὐδ’ ἐγγὺσ γενόμενον, καὶ πάλιν ὃ μικρῷ πρόσθεν ἔφην, ὅτι μᾶλλον αἰσχυνομένη συνῆγε τοὺσ Ἕλληνασ ἢ δεομένη, νῦν τοῦτο ἄξιον εἰπεῖν καὶ πάρεστι διὰ τῶν πραγμάτων καταμαθεῖν. φανεῖται γὰρ πανταχῆ σκοπουμένῳ τοσοῦτον ὑπερβαλλομένη ὥστε μὴ πρώτη τῶν Ἑλληνίδων μηδὲ μάλιστα αἰτία τῆσ ἐλευθερίασ μᾶλλον ἢ μόνη δικαίωσ ἂν ἀκοῦσαι πάντα κατειργασμένη. πρῶτον μὲν γὰρ ἐκεῖνο πάντεσ ἂν συμφαῖεν ὅτι τοῖσ τοσοῦτον λειπομένοισ καὶ ναυσὶ καὶ ὅπλοισ καὶ σώμασι καὶ χρήμασι καὶ πάσῃ τῇ τοῦ πολέμου παρασκευῇ ἓν μόνον ἀντίρροπον κατελείπετο καὶ ὡσ ἀληθῶσ Ἑλληνικὸν, τὸ βουλεύεσθαι καλῶσ, ἢ χρῆναι ἀτίμωσ συμπατηθῆναι, καθάπερ τὰ μικρὸν τῆσ γῆσ ὑπερέχοντα. μὴ γὰρ ὅτι εἰσ ἀντιπάλων μέροσ ἐξήρκουν, ἀλλ’ ἐν προσθήκῃ τῷ βασιλεῖ γενομένων οὐκ ἂν ἦν τὸ ἐπίδηλον. τούτου δ’ οὕτω κειμένου καὶ πάντων ἂν ταύτῃ [κατὰ ταὐτὸ ψηφιζομένων ἢ] θεμένων καὶ σοφῶν καὶ πολλῶν οὐκ ἔστιν ἀντειπεῖν ὡσ οὐχ ἥδ’ ἐστὶν ἡ παρασχομένη τὸν βουλευσάμενον καὶ περὶ αὐτῶν καὶ περὶ τῶν ἄλλων ἃ σώσειν ἔμελλεν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기