- 텍스트

Polybius, Histories, book 18, chapter 35

(폴리비오스, Histories, book 18, chapter 35)

Ἐγὼ δὲ κατὰ μὲν τοὺς ἀνωτέρω χρόνους καὶ κοινὴν ἂν ποιούμενος ἀπόφασιν ἐθάρρησα περὶ πάντων Ῥωμαίων εἰπεῖν ὡς οὐδὲν ἂν πράξαιεν τοιοῦτον, λέγω δὲ πρότερον ἢ τοῖς διαποντίοις αὐτοὺς ἐγχειρῆσαι πολέμοις, ἑώς ἐπὶ τῶν ἰδίων ἐθῶν καὶ νομίμων ἔμενον.? ἐν δὲ τοῖς νῦν καιροῖς περὶ πάντων μὲν οὐκ ἂν τολμήσαιμι τοῦτ εἰπεῖν:

κατ ἰδίαν μέντοι γε περὶ πλειόνων ἀνδρῶν ἐν Ῥώμῃ θαρρήσαιμ ἂν ἀποφήνασθαι διότι δύνανται τὴν πίστιν ἐν τούτῳ τῷ μέρει διαφυλάττειν. μαρτυρίας δὲ χάριν ὁμολογούμενα δύ ὀνόματα τοῦ μὴ δοκεῖν ἀδύνατα λέγειν.

οὐχ οἱο῀ν ἐπεθύμησε τούτων τινός, ἀλλ οὐδ αὐτόπτης ἠβουλήθη γενέσθαι, δι ἑτέρων δὲ τὸν χειρισμὸν ἐποιήσατο τῶν προειρημένων, καίτοι κατὰ τὸν ἴδιον βίον οὐ περιττεύων τῇ χορηγίᾳ, τὸ δ ἐναντίον ἐλλείπων μᾶλλον.

μεταλλάξαντος γοῦν αὐτοῦ τὸν βίον οὐ πολὺ κατόπιν τοῦ πολέμου, βουληθέντες οἱ κατὰ φύσιν υἱοὶ Πόπλιος Σκιπίων καὶ Κόιντος Μάξιμος ἀποδοῦναι τῇ γυναικὶ τὴν φερνήν, εἴκοσι τάλαντα καὶ πέντε, ἐπὶ τοσοῦτον ἐδυσχρηστήθησαν ὡς οὐδ εἰς τέλος ἐδυνήθησαν, εἰ μὴ τὴν ἐνδουχίαν ἀπέδοντο καὶ τὰ σώματα καὶ σὺν τούτοις ἔτι τινὰς τῶν κτήσεων.

εἰ δέ τισιν ἀπίστῳ τὸ λεγόμενον ἐοικέναι δόξει, ῥᾴδιον ὑπὲρ τούτου λαβεῖν πίστιν:

πολλῶν γὰρ ἀμφισβητουμένων παρὰ Ῥωμαίοις καὶ μάλιστα περὶ τοῦτο τὸ μέρος διὰ τὰς πρὸς ἀλλήλους ἀντιπαραγωγάς, ὅμως τὸ νῦν εἰρημένον ὑφ ἡμῶν ὁμολογούμενον εὑρήσει παρὰ πᾶσιν ὁ ζητῶν.

καίπερ οὐχ ὅλως εὐπορούμενος κατὰ τὸν βίον, ἀλλὰ μέτριος ὢν κατὰ τὴν ὕπαρξιν, ὡς Ῥωμαῖος.

οὐχ οἱο῀ν δὲ τῶν ἐξ αὐτῆς τῆς Καρχηδόνος ἀπέσχετο μόνον, ἀλλὰ καὶ καθόλου τῶν ἐκ τῆς Λιβύης οὐδὲν ἐπιμιχθῆναι πρὸς τὸν ἴδιον εἰάσε βίον.

περὶ δὲ τούτου πάλιν τἀνδρὸς ὁ ζητῶν ἀληθινῶς ἀναμφισβήτητον εὑρήσει παρὰ Ῥωμαίοις τὴν περὶ τοῦτο τὸ μέρος δόξαν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION