호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Τοῦτο μὲν γὰρ τίς οὐκ οἶδε διότι πρῶτοι σχεδὸν τῶν Ἑλλήνων ἐπιθυμήσαντες τῆς τῶν ἀστυγειτόνων χώρας διὰ πλεονεξίαν ἐπ ἐξανδραποδισμῷ Μεσσηνίοις πόλεμον ἐξήνεγκαν·? τοῦτο δὲ τίς οὐχ ἱστόρηκεν ὡς διὰ φιλονεικίαν ἐνόρκους σφᾶς ἐποίησαν μὴ πρόσθεν λύσειν τὴν πολιορκίαν πρὶν ἢ κατὰ κράτος ἑλεῖν τὴν Μεσσήνην·
καὶ μὴν τοῦτο γνώριμον ὑπάρχει πᾶσιν, ὡς διὰ τὴν ἐν τοῖς Ἕλλησι φιλαρχίαν, οὓς ἐνίκησαν μαχόμενοι, τούτοις αὖτις ὑπέμειναν ποιεῖν τὸ προσταττόμενον.
ἐπιπορευομένους μὲν γὰρ τοὺς Πέρσας ἐνίκων διαγωνιζόμενοι περὶ τῆς τῶν Ἑλλήνων ἐλευθερίας:
ὅτε δὴ καὶ τὸ τῆς νομοθεσίας ἐλλιπὲς συνώφθη παρ αὐτοῖς.
ἑώς μὲν γὰρ τῆς τῶν ἀστυγειτόνων, ἔτι δὲ τῆς Πελοποννησίων αὐτῶν ἀρχῆς ἐφίεντο, συνεξεποιοῦντο ταῖς ἐκ τῆς Λακωνικῆς αὐτῆς ἐπαρκείαις καὶ χορηγίαις, προχείρους μὲν ἔχοντες τὰς τῶν ἐπιτηδείων παρασκευάς, ταχείας δὲ ποιούμενοι τὰς εἰς τὴν οἰκείαν ἐπανόδους καὶ παρακομιδάς.
ἐπεὶ δὲ στόλους μὲν ἐπεβάλλοντο κατὰ θάλατταν ἐκπέμπειν, στρατεύειν δὲ πεζικοῖς στρατοπέδοις ἔξω Πελοποννήσου, δῆλον ὡς οὔτε τὸ νόμισμα τὸ σιδηροῦν οὔθ ἡ τῶν ἐπετείων καρπῶν ἀλλαγὴ πρὸς τὰ λείποντα τῆς χρείας ἔμελλεν αὐτοῖς ἐξαρκεῖν κατὰ τὴν Λυκούργου νομοθεσίαν:
προσεδεῖτο γὰρ τὰ πράγματα κοινοῦ νομίσματος καὶ ξενικῆς παρασκευῆς.
ὅθεν ἠναγκάσθησαν ἐπὶ θύρας μὲν πορεύεσθαι τὰς Περσῶν, φόρους δὲ τοῖς νησιώταις ἐπιτάττειν, ἀργυρολογεῖν δὲ πάντας τοὺς Ἕλληνας, γνόντες ὡς οὐχ οἱό῀ν τε κατὰ τὴν Λυκούργου νομοθεσίαν οὐχ ὅτι τῆς τῶν Ἑλλήνων ἡγεμονίας, ἀλλ οὐδὲ πραγμάτων ἀντιποιεῖσθαι τὸ παράπαν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기